Honorary decree of lampadistai on Patmos and those sharing
in aleimma for Hegemandros Menekratou; 184/100 BC: Ross, Inscr.
gr. ined. 70-1, no. 189; *Guérin, Patmos 48-50; Sakkelion, AE
1862, coll. 258-60, no. 228; Malandrakis, p. 42, no. 2; Syll43
1068; Holleaux, Études I, pl. V (PH); **IIsolMil 32 (PH) (ll. 1,
3-10, 12-3, 15-21, 23-4); **BE 1966:321 (l. 13).
1 | ἐπὶ Σωπόλιος, Ἀρτεμισιῶ̣νος· ἔδοξε τῶ̣ι κ̣οι- |
[ν]ῶι τῶν λαμπαδιστῶν τῶν ἐν Πάτμωι καὶ με- | |
τεχόντων τοῦ ἀλείμ̣μ̣ατος· ἐ[π]ειδὴ Ἡγήμ̣ανδρος | |
[Με]νεκρ̣άτου τά τε πρὸς θεοὺς εὐσεβῶ̣ς ἔχων δια̣μ̣έ̣[νει], | |
5 | π̣οιῶν καὶ τὰ πρὸς τοὺς συν[γ]ε̣[ν]εῖς κ̣αὶ πολίτας εὐγέ̣- |
[νῶς,] κ̣αὶ κοινῆι καὶ καθ’ ἰδίαν ἑκάστωι ἑαυτὸν εὔχρησ- | |
τ̣ον παρεχόμενος ἀπὸ τῆς πρώτης ἡλικίας· ἔτι δὲ καὶ̣ | |
[γ]εγυμνασιαρχηκὼς ἑπτάκι κ̣αὶ λελαμπαδαρχηκὼς | |
[κ]αὶ τὸν μ̣ακ̣ρὸν δρόμον νενικη̣κὼς, καὶ ταῦτα πεπρ̣[α]- | |
10 | [χ]ὼς ἀξίως αὑτοῦ τε καὶ ἡμῶν· κατασταθεὶς δ[ὲ] |
[κ]αὶ χρυσονόμος τῶν λαμπαδιστῶν τά τε χρή̣μ[α]- | |
[τ]α̣ συνφυλάσσει καὶ τῶν ἄλλων πάντων πρόνοι- | |
[αν] ποιεῖται νῦν [δὲ] ἐπήνγελται Ἑρμῆν τε λίθ[ι]- | |
[νο]ν ἀναθήσ̣ειν καὶ δραχμὰς διακοσίας δώσειν, | |
15 | [ὅ]π̣ως ἐκδανείσωνται· ἐπήνγελται δὲ κ̣αὶ̣ ἕω̣- |
[ς ἄ]ν ζῃ ἐκ τῶν ἰδίων τάς τε θυσίας ἐπιτ̣ελέσα[ι] | |
[καὶ] τὰ Ἕρ̣μαια ὑποδέξεσθαι· v δεδόχθαι Ἡγήμαν̣[δ]- | |
[ρὸν] μὲν ἐπῃνῇσθαι ἐφ’ ᾗ ἔχει αἱρέσει, τοὺς δὲ λαμ̣- | |
[παδ]ιστὰς καὶ ἀλειφ̣ομένους στεφανῶσαι μὲν̣ [Ἡγή]- | |
20 | [μαν]δ̣ρ̣ον χρυσῶι στεφάνῶι ἀπὸ χρυσῶν Ἀλ̣εξ̣[ανδρ]- |
[είω]ν πέντε καὶ εἰκόνι γραπτῇ, ἄγειν δὲ α[ὑτοῦ καὶ] | |
[τὴν ἐπ]ώ̣νυμον ἡμέραν· ἡ δὲ ἱερωσύν[η τοῦ Ἑρ]- | |
[μοῦ ἔσ]τ̣[ω] Ἡγημάνδρ̣ου· ἐὰν δὲ Γ̣Γ̣[—] | |
[—]Ο̣ΜΑΧΟΥ̣· Ν̣Ε[—] |