Funerary inscription in hexameters for nephew of Alexandros; no date; found in Notion: *BCH 1923, pp. 378-380, no. 8(PH); SEG 4, 573; **Peek, Philologus 87, 1932, pp. 238-240 (ll. 8, 18); **Robert, RPh 8, 1934, pp. 49-52 (ll. 8, 10, 14, 16, 20-1); **Wilhelm, SO Supp. 13, 1950, pp. 31-2 (ll. 8-10).  
[ ] BCH 1923, 378-80, no. 8
1 ἡνίκα δ’ ἠέλιος μὲν ἔδυ πρὸς δώματα [πόντου,]
δειπνήσας, ἦλθον μετὰ τοῦ μήτρω λο[έσασ]-
θαι, v κεὐθύς με Μοῖραι προκαθίζανον εἰς φ[ρέ]-
αρ αὐτοῦ· v ἔγδυνον γὰρ ἐγὼ{ι} καὶ ἀπῆγέ με
5 Μοῖρα κακίστη.  v χὡς εἶδεν δαίμων με
κάτω, παρέδωκε Χ[άρ]ωνει· v αὐτὰρ ὁ
μήτρως μου ψόφον ἤκουσεν φρεα-
τισμοῦ, v κεὐθύς μ’ ἐζήτει γ’ ἄρ’· ἐγὼ δὲ οὐκ ἐλ-
πίδ’ ἂν εἶχον v ζωῆς τῆς κατ’ ἐμαυτὸν ἐν ἀνθρώ-
10 ποισι μιγῆναι%⁸⁰ v <ἔτρεχε πρὸς τὸ φρέαρ σπεύδων, σπεύδουσα δ’ ἅμ’ αὐτῷ ἔτρεχεν ἡ νάννη καὶ σχείζει
τόν γ̣ε̣ χιτῶνα· v ἔτρεχε γ’ ἡ μήτηρ καὶ ἵστα-
το ἥγ̣ε̣ τυπη̣τόν. v κεὐθὺς Ἀλεξάνδρῳ πρὸς
γούνατα πρόσπεσε νάννη, v κοὐκ ἔτ’ ἔμελ-
λεν ἰδών, ἐνπήδα δ’ εἰς φρέαρ εὐθύς. v
15 ὡς εὗρέν με κάτω βεβυθισμένον ἐξ̣ήνεν-
[κ]ε̣ν ἐ<ν> κοφίνῳ· v κεὐθὺς δὴ νάννη με διάβρο-
χον ἥρπασε θᾶσ<σ>ον, σκεπτομένη ζω-
ῆς ἤ<ν>? τιν’ ἔχω μερίδα· v ὦ δ’ ἐμὲ τὸν
[δύσ]τηνον τὸν οὐκ ἐφιδόντα παλαίσ-
20 [τρα]ν, v ἀλλ’ ἤδη τριετῆ [—] Μοῖρα [κάλ]υ̣ψε κακή.  vacat
Search Help