Funerary inscription in hexameters for nephew of
Alexandros; no date; found in Notion: *BCH 1923, pp. 378-380, no.
8(PH); SEG 4, 573; **Peek, Philologus 87, 1932, pp. 238-240 (ll.
8, 18); **Robert, RPh 8, 1934, pp. 49-52 (ll. 8, 10, 14, 16,
20-1); **Wilhelm, SO Supp. 13, 1950, pp. 31-2 (ll. 8-10).
[ ]
BCH 1923, 378-80, no. 8
1 | ἡνίκα δ’ ἠέλιος μὲν ἔδυ πρὸς δώματα [πόντου,] |
δειπνήσας, ἦλθον μετὰ τοῦ μήτρω λο[έσασ]- | |
θαι, v κεὐθύς με Μοῖραι προκαθίζανον εἰς φ[ρέ]- | |
αρ αὐτοῦ· v ἔγδυνον γὰρ ἐγὼ{ι} καὶ ἀπῆγέ με | |
5 | Μοῖρα κακίστη. v χὡς εἶδεν δαίμων με |
κάτω, παρέδωκε Χ[άρ]ωνει· v αὐτὰρ ὁ | |
μήτρως μου ψόφον ἤκουσεν φρεα- | |
τισμοῦ, v κεὐθύς μ’ ἐζήτει γ’ ἄρ’· ἐγὼ δὲ οὐκ ἐλ- | |
πίδ’ ἂν εἶχον v ζωῆς τῆς κατ’ ἐμαυτὸν ἐν ἀνθρώ- | |
10 | ποισι μιγῆναι%⁸⁰ v <ἔτρεχε πρὸς τὸ φρέαρ σπεύδων, σπεύδουσα δ’ ἅμ’ αὐτῷ ἔτρεχεν ἡ νάννη καὶ σχείζει |
τόν γ̣ε̣ χιτῶνα· v ἔτρεχε γ’ ἡ μήτηρ καὶ ἵστα- | |
το ἥγ̣ε̣ τυπη̣τόν. v κεὐθὺς Ἀλεξάνδρῳ πρὸς | |
γούνατα πρόσπεσε νάννη, v κοὐκ ἔτ’ ἔμελ- | |
λεν ἰδών, ἐνπήδα δ’ εἰς φρέαρ εὐθύς. v | |
15 | ὡς εὗρέν με κάτω βεβυθισμένον ἐξ̣ήνεν- |
[κ]ε̣ν ἐ<ν> κοφίνῳ· v κεὐθὺς δὴ νάννη με διάβρο- | |
χον ἥρπασε θᾶσ<σ>ον, σκεπτομένη ζω- | |
ῆς ἤ<ν>? τιν’ ἔχω μερίδα· v ὦ δ’ ἐμὲ τὸν | |
[δύσ]τηνον τὸν οὐκ ἐφιδόντα παλαίσ- | |
20 | [τρα]ν, v ἀλλ’ ἤδη τριετῆ [—] Μοῖρα [κάλ]υ̣ψε κακή. vacat |