Honorary inscription for priestess Satorneila (=Saturnina)
by sons M(arcus) Aurelius Hermeias and M(arcus) Aur(elius)
Minnion, with oracle in elegiacs; 2e/3: *Herrmann, Chiron 1,
1971, pp. 291-298 (PH); Merkelbach, ZPE 8, 1971, pp. 93-95;
Drew-Bear and Lebek, GRBS 14, 1973, pp. 65-73; Fontenrose no. 25.
0 | [— τὴν ἀξιολο]- |
γωτάτ̣η̣ν̣ [ἀρχιέρεια]ν̣ τ̣ῶν Σεβασ[τῶν,] | |
συνγενίδα συ̣[νκλη]τικῶν καὶ ἀ[σιάρ]- | |
χων Ἀσίας καὶ ἀ[ρχιερ]ειῶν καὶ ἱέρε[ιαν] | |
διὰ βίου τῆς πρ[ὸ πόλε]ως Πολιάδο[ς Ἀ]- | |
5 | θηνᾶς αἱρεθ[εῖσαν] ὑπὸ τοῦ ἀψε̣[υδε]- |
στάτου θεοῦ Διδ̣[υμέω]ς Ἀπόλλωνος ἐπ̣[ὶ] | |
σωφροσύνῃ καὶ [σεμν]ότητι ὑπὸ τῶν θ[εί]- | |
ων αὐτοῦ λογίων καὶ ἐνκωμιασθεῖσαν ο[ὕ]- | |
τως· vacat ὀψὲ μέν, ὦ ναέται, ζακόρου πέρι Κρατο- | |
10 | γενείης ὀμφῆς μαντιπόλοιο θεοκλυτέ- |
οντες ἵκεσθε, ἣ κορυφὴν <ῥ>ήξασα περισώφρο- | |
νος ․․ γενετῆρος εἰνόπλιον σκι<ρ>τ[ῶσ]α παρ’ ἀθα- | |
νάτοισι χόρευσεν, ἔνθεν παντοΙ[․4․․ ἐφ]έπειν λά- | |
χεν ἀκροπόληας, ἐσθλὴ{ν} μὲν πο[λίεσ]σι βοηθό- | |
15 | ος, ἐν δὲ τέχναισιν εὐπάλαμος κλ̣[ειτο]ῖσιν ἐπι- |
στάτις ἐργοπόνοισιν· αὐτοφαν[ῶν? γενε?]ῆς γὰρ | |
ἐχρῆν ἱερηΐδα τειμὴν θηλυτέρην δέξασθαι | |
ἀφ’ αἵματος εὐγενετήρων· ἀλλ’ ἐπὶ αἶσαν ἑλεῖν | |
γεράων φθάσεν Ἀφρογενείης Δ․1-2․[․]ΙΑ δὲ Κύπρις | |
20 | ποτὶ παρθένον Ἀτρυτώνην· <ἡ> μὲν γὰρ θαλά- |
μοιο καὶ {οὐκ} ἔστ’ ἀμύητος ἔρωτος, ἡ δὲ γά- | |
μοισι τέθηλε καὶ εὐκελάδοις ὑμεναίοις. | |
τοίγαρ πειθόμενοι Μοίραις καὶ Παλλάδι | |
σεμνὴν Σατορνεῖλαν θέσθε ἱερηφόρον ἀ- | |
25 | ρήτειραν. Μᾶρκοι Αὐρήλιοι Ἑρμείας καὶ |
Μιννίων οἱ Ἑρμείου τὴν γλυκυτάτην μη- | |
τέρα. vacat | |
vacat εὐτυχῶς. ❦ |