Honorary inscription for priestess Satorneila (=Saturnina) by sons M(arcus) Aurelius Hermeias and M(arcus) Aur(elius) Minnion, with oracle in elegiacs; 2e/3: *Herrmann, Chiron 1, 1971, pp. 291-298 (PH); Merkelbach, ZPE 8, 1971, pp. 93-95; Drew-Bear and Lebek, GRBS 14, 1973, pp. 65-73; Fontenrose no. 25.  
[ ] Chiron 1971, 291-98
See also:
0 [— τὴν ἀξιολο]-
γωτάτ̣η̣ν̣ [ἀρχιέρεια]ν̣ τ̣ῶν Σεβασ[τῶν,]
συνγενίδα συ̣[νκλη]τικῶν καὶ ἀ[σιάρ]-
χων Ἀσίας καὶ ἀ[ρχιερ]ειῶν καὶ ἱέρε[ιαν]
διὰ βίου τῆς πρ[ὸ πόλε]ως Πολιάδο[ς Ἀ]-
5 θηνᾶς αἱρεθ[εῖσαν] ὑπὸ τοῦ ἀψε̣[υδε]-
στάτου θεοῦ Διδ̣[υμέω]ς Ἀπόλλωνος ἐπ̣[ὶ]
σωφροσύνῃ καὶ [σεμν]ότητι ὑπὸ τῶν θ[εί]-
ων αὐτοῦ λογίων καὶ ἐνκωμιασθεῖσαν ο[ὕ]-
τως· vacat ὀψὲ μέν, ὦ ναέται, ζακόρου πέρι Κρατο-
10 γενείης ὀμφῆς μαντιπόλοιο θεοκλυτέ-
οντες ἵκεσθε, ἣ κορυφὴν <ῥ>ήξασα περισώφρο-
νος ․․ γενετῆρος εἰνόπλιον σκι<ρ>τ[ῶσ]α παρ’ ἀθα-
νάτοισι χόρευσεν, ἔνθεν παντοΙ[․4․․ ἐφ]έπειν λά-
χεν ἀκροπόληας, ἐσθλὴ{ν} μὲν πο[λίεσ]σι βοηθό-
15 ος, ἐν δὲ τέχναισιν εὐπάλαμος κλ̣[ειτο]ῖσιν ἐπι-
στάτις ἐργοπόνοισιν· αὐτοφαν[ῶν? γενε?]ῆς γὰρ
ἐχρῆν ἱερηΐδα τειμὴν θηλυτέρην δέξασθαι
ἀφ’ αἵματος εὐγενετήρων· ἀλλ’ ἐπὶ αἶσαν ἑλεῖν
γεράων φθάσεν Ἀφρογενείης Δ․1-2․[․]ΙΑ δὲ Κύπρις
20 ποτὶ παρθένον Ἀτρυτώνην· <ἡ> μὲν γὰρ θαλά-
μοιο καὶ {οὐκ} ἔστ’ ἀμύητος ἔρωτος, ἡ δὲ γά-
μοισι τέθηλε καὶ εὐκελάδοις ὑμεναίοις.
τοίγαρ πειθόμενοι Μοίραις καὶ Παλλάδι
σεμνὴν Σατορνεῖλαν θέσθε ἱερηφόρον ἀ-
25 ρήτειραν. Μᾶρκοι Αὐρήλιοι Ἑρμείας καὶ
Μιννίων οἱ Ἑρμείου τὴν γλυκυτάτην μη-
τέρα. vacat
vacat εὐτυχῶς. ❦
Search Help
Contact Us