Honorary inscription for priestess Satorneila (=Saturnina)
by sons M(arcus) Aurelius Hermeias and M(arcus) Aur(elius)
Minnion, with oracle in elegiacs; 2e/3: *Herrmann, Chiron 1,
1971, pp. 291-298 (PH); Merkelbach, ZPE 8, 1971, pp. 93-95;
Drew-Bear and Lebek, GRBS 14, 1973, pp. 65-73; Fontenrose no. 25.
| 0 | [— τὴν ἀξιολο]- |
| γωτάτ̣η̣ν̣ [ἀρχιέρεια]ν̣ τ̣ῶν Σεβασ[τῶν,] | |
| συνγενίδα συ̣[νκλη]τικῶν καὶ ἀ[σιάρ]- | |
| χων Ἀσίας καὶ ἀ[ρχιερ]ειῶν καὶ ἱέρε[ιαν] | |
| διὰ βίου τῆς πρ[ὸ πόλε]ως Πολιάδο[ς Ἀ]- | |
| 5 | θηνᾶς αἱρεθ[εῖσαν] ὑπὸ τοῦ ἀψε̣[υδε]- |
| στάτου θεοῦ Διδ̣[υμέω]ς Ἀπόλλωνος ἐπ̣[ὶ] | |
| σωφροσύνῃ καὶ [σεμν]ότητι ὑπὸ τῶν θ[εί]- | |
| ων αὐτοῦ λογίων καὶ ἐνκωμιασθεῖσαν ο[ὕ]- | |
| τως· vacat ὀψὲ μέν, ὦ ναέται, ζακόρου πέρι Κρατο- | |
| 10 | γενείης ὀμφῆς μαντιπόλοιο θεοκλυτέ- |
| οντες ἵκεσθε, ἣ κορυφὴν <ῥ>ήξασα περισώφρο- | |
| νος ․․ γενετῆρος εἰνόπλιον σκι<ρ>τ[ῶσ]α παρ’ ἀθα- | |
| νάτοισι χόρευσεν, ἔνθεν παντοΙ[․4․․ ἐφ]έπειν λά- | |
| χεν ἀκροπόληας, ἐσθλὴ{ν} μὲν πο[λίεσ]σι βοηθό- | |
| 15 | ος, ἐν δὲ τέχναισιν εὐπάλαμος κλ̣[ειτο]ῖσιν ἐπι- |
| στάτις ἐργοπόνοισιν· αὐτοφαν[ῶν? γενε?]ῆς γὰρ | |
| ἐχρῆν ἱερηΐδα τειμὴν θηλυτέρην δέξασθαι | |
| ἀφ’ αἵματος εὐγενετήρων· ἀλλ’ ἐπὶ αἶσαν ἑλεῖν | |
| γεράων φθάσεν Ἀφρογενείης Δ․1-2․[․]ΙΑ δὲ Κύπρις | |
| 20 | ποτὶ παρθένον Ἀτρυτώνην· <ἡ> μὲν γὰρ θαλά- |
| μοιο καὶ {οὐκ} ἔστ’ ἀμύητος ἔρωτος, ἡ δὲ γά- | |
| μοισι τέθηλε καὶ εὐκελάδοις ὑμεναίοις. | |
| τοίγαρ πειθόμενοι Μοίραις καὶ Παλλάδι | |
| σεμνὴν Σατορνεῖλαν θέσθε ἱερηφόρον ἀ- | |
| 25 | ρήτειραν. Μᾶρκοι Αὐρήλιοι Ἑρμείας καὶ |
| Μιννίων οἱ Ἑρμείου τὴν γλυκυτάτην μη- | |
| τέρα. vacat | |
| vacat εὐτυχῶς. ❦ |