Two oracles in hexameters given to priestess of Demeter; 2; found on hill Büyük Çakmaklık near Miletos: *IDidyma 496; Hellenica 11-12, pp. 543-546; **ZPE 1971, pp. 207-209, no. 8 (ll. 2, 3, 4, 10, 13, 14 of section b); Fontenrose no. 22-3.  
[ ] IDid 496
A.1 vacat ἀγαθῇ τύχῃ.
ἡ ἱέρεια τῆς Θεσμοφόρου Δήμητρος Ἀλεξάνδρα
ἐρωτᾷ· ἐπεὶ ἐξότε τὴν ἱερατείαν ἀνείληφεν, οὐ-
δέποτε οὕτως οἱ θεοὶ ἐνφανεῖς δι’ ἐπιστάσεων
5 γεγένηται· τοῦτο δὲ καὶ διὰ παρθένων καὶ γυ-
ναικῶν, τοῦτο δὲ καὶ δι’ ἀρρένων καὶ νηπίων,
τί τὸ τοιοῦτο καὶ εἰ ἐπὶ αἰσίωι. vθεὸς ἔχρη[σε·]
ἀθάνατοι μερόπεσσιν ἁμ’ ἐρχόμενοι π․[—]
[γνώ]μ̣ην φράζ̣[ου]σι καὶ ἣν τειμὴν [—]
10 [—]․νόον εἰθ̣[—]
B.1 vacat θεὸς ἔχρη[σε·]
Δηὼ κα̣λλιθύγατρα φ̣ίλης μερόπεσσιν ἐδω[δῆς]
μητέρα καρποθάλειαν ἐυλλιστοῖσι θυήλ̣α̣ι̣ς̣.
χρὴ δὴ πᾶν τείειν βρότεον γένος· ἥδε γὰρ ἔσ̣τ̣[ιν]
5 ἡ πρώτη φερέπυρον ἐπὶ χθόνα καρπὸν ἀνεῖσ[α]
θηροδίαιτον ἔπαυσε βροτῶν καὶ ἀνήμερον ἦτορ,
ἦμος ὅτ’ αὐτορόφοισιν ὑπ’ οὔρεσι ναιετάοντε[ς]
ὠμοβόροις γενύεσ<σ>ιν ἀδηφάγον εἶχον ἐδωδήν·
ἔξοχα δ’ αὖ Νειλῆος ἀκοντοδόκου ναετῆρας·
10 τοῖσι γὰρ εὐγενίης ζαθέης ἔτι σύμβολα, ῥέζ̣[ειν]
Δηοῦς καὶ κούρης Δηωΐδος ὄργια τῇδ̣ε.
τοὔνεκα δὴ σὺ μὲν ἀρρήτῳ Θεραπηΐ̣[δι τειμῇ]
[ἣ] τ̣έλος εὐσταθίης βιότου μετιοῦ[σα φαάνθης]
[ὄργια τ’ Εὐ]μ̣όλποιο̣ [․․6․․․]․c.3․[—]
Search Help