Two oracles in hexameters given to priestess of Demeter;
2; found on hill Büyük Çakmaklık near Miletos: *IDidyma 496;
Hellenica 11-12, pp. 543-546; **ZPE 1971, pp. 207-209, no. 8 (ll.
2, 3, 4, 10, 13, 14 of section b); Fontenrose no. 22-3.
[ ]
IDid 496
A.1 | vacat ἀγαθῇ τύχῃ. |
ἡ ἱέρεια τῆς Θεσμοφόρου Δήμητρος Ἀλεξάνδρα | |
ἐρωτᾷ· ἐπεὶ ἐξότε τὴν ἱερατείαν ἀνείληφεν, οὐ- | |
δέποτε οὕτως οἱ θεοὶ ἐνφανεῖς δι’ ἐπιστάσεων | |
5 | γεγένηται· τοῦτο δὲ καὶ διὰ παρθένων καὶ γυ- |
ναικῶν, τοῦτο δὲ καὶ δι’ ἀρρένων καὶ νηπίων, | |
τί τὸ τοιοῦτο καὶ εἰ ἐπὶ αἰσίωι. vθεὸς ἔχρη[σε·] | |
ἀθάνατοι μερόπεσσιν ἁμ’ ἐρχόμενοι π․[—] | |
[γνώ]μ̣ην φράζ̣[ου]σι καὶ ἣν τειμὴν [—] | |
10 | [—]․νόον εἰθ̣[—] |
B.1 | vacat θεὸς ἔχρη[σε·] |
Δηὼ κα̣λλιθύγατρα φ̣ίλης μερόπεσσιν ἐδω[δῆς] | |
μητέρα καρποθάλειαν ἐυλλιστοῖσι θυήλ̣α̣ι̣ς̣. | |
χρὴ δὴ πᾶν τείειν βρότεον γένος· ἥδε γὰρ ἔσ̣τ̣[ιν] | |
5 | ἡ πρώτη φερέπυρον ἐπὶ χθόνα καρπὸν ἀνεῖσ[α] |
θηροδίαιτον ἔπαυσε βροτῶν καὶ ἀνήμερον ἦτορ, | |
ἦμος ὅτ’ αὐτορόφοισιν ὑπ’ οὔρεσι ναιετάοντε[ς] | |
ὠμοβόροις γενύεσ<σ>ιν ἀδηφάγον εἶχον ἐδωδήν· | |
ἔξοχα δ’ αὖ Νειλῆος ἀκοντοδόκου ναετῆρας· | |
10 | τοῖσι γὰρ εὐγενίης ζαθέης ἔτι σύμβολα, ῥέζ̣[ειν] |
Δηοῦς καὶ κούρης Δηωΐδος ὄργια τῇδ̣ε. | |
τοὔνεκα δὴ σὺ μὲν ἀρρήτῳ Θεραπηΐ̣[δι τειμῇ] | |
[ἣ] τ̣έλος εὐσταθίης βιότου μετιοῦ[σα φαάνθης] | |
[ὄργια τ’ Εὐ]μ̣όλποιο̣ [․․6․․․]․c.3․[—] |