Funerary inscription in elegiacs for Demetria; II1; found in Yeniköy: *Herrmann, Hermes 86, 1958, pp. 118-121, no. 2; SEG 17, 502; **ZPE 1971, pp. 221-222, no. 16 (ll. 1, 18).  
[ ] Hermes 86, 1958, 118-21, no. 2
See also:
a.1 [τύμβος] ὅδ̣’ ἀ̣[μφὶς ἔχει τελ]έσ̣[ασαν τρεῖς] σ̣ε βίο[ιο]
ἑβδομάδας, γενέταις δάκρυα χευαμέναν
Ἀντιπάτρωι καὶ μητρὶ Φιλιστιάδι· στυγερὸν δὲ
ἔκλαγον, ὡς ἄφνωι πνεῦμ’ ἔλιπες βιότου·
5 σὸς δὲ πόσις ποθέων, Δημήτρια, οὔποτε πλήσθη
θρήνων οἰκτρὸν ἰδὼν λέκτρον ὑπὸ χλανίδι.
b.7 οὐχ ἡδὺν μοι θρῆνον ἐγείρετε, λήξατε δ’ ἤδη·
οὐ γὰρ μ’ ἀθανάτην τίκτε Διὸς θυγάτηρ
ἀφρογενὴς Κυθέρεια, βροτοὶ δὲ τλῆτε ἄπειροι?
10 οὐκ ἄτερ? ἐγ Μοιρῶν νήματος ἀϊδίου.
ὥστ’ ἐπ’ ἐμοί, μῆτερ σὺ Φιλιστιὰς αἶρε τὸ πένθος,
[λ]εί̣πω γὰρ τέκνον Διονυσίου, ὅς μ’ ἔτι παῖδα
14 νυμφεύσας ὥραν οὐκ ἀπέλαυσεν ἐμάν·
15 ἐ̣ς̣ πόντον πλεύσας δ’ οὐκ εἶδέ με τοὔνπαλιν ἐλθώ̣[ν,]
ἀ̣λ̣λ̣’ ἔτλη βρυχίαν Νηρέος ἄφνωι ἅλα·
τοῦτον δ’ ἀντίψυχον ἔχοντες σῶμα τὸ τερπνὸν
[ὔμμιν ὑ]π̣ὲ̣ρ̣ γό[ν]ατος̣ [θ]έ̣σθε Φιλοκράτε[ος].
Search Help
Contact Us