Epigram by demos honoring Lichas Hermophantou with honorary inscription and recording honors by Crete, Athens, and Rhodes; IIb: 2. Mil-Ber. 905-906; AA 1901, pp. 194-6; Haussoullier, Milet pp. 140-142; *Milet I 2, 12a (PH).  
[ ] Milet I 2, 12a
1 vacat ὁ δῆμος ὁ Μιλησίων
vacat Λίχαντα Ἑρμοφάντου
vacat ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
vacat τῆς εἰς αὑτόν
5 Κρήτη μὲν στεφάνωι σε, Λίχα, καὶ Θησέος ἄστη
πάτρια νησαίη τ’ ἔστεφε δῖα Ῥόδος.
ξυνὰ δὲ Νηλεΐδαισιν ὁμαίχμια πρῶτος Ἰώνων
ἔστησας Κρητῶν φῦλα ἀναλεξάμενος
Μίλητος δέ σε πατρίς, ἐπεὶ βουλῆι τε καὶ ἔργοις
10 ἔκρινεν πάσης ἡγεμόνα πτόλιος
πρεσβέα τ’ εἰς βασιλεῖας ἀθώπευτον καὶ ἀμεμφῆ,
ἔκτισε Βουλαίου τῶιδε παρὰ προπύλωι.
οὐ νέμεσις· πατέρες γὰρ ἀριστεύοντες Ἰώνων
ἔστειλαν Λυδῶν τὴν ὑπέραυχον ὕβριν,
15 ὧν οἱ μὲν μητρώιου ἀφ’ αἵματος, οἱ δὲ καὶ ἀνδρῶν
δέδμηνται πάσηι κόσμος Ἰαονίηι.
Search Help