Epigram by demos honoring Lichas Hermophantou with
honorary inscription and recording honors by Crete, Athens, and
Rhodes; IIb: 2. Mil-Ber. 905-906; AA 1901, pp. 194-6;
Haussoullier, Milet pp. 140-142; *Milet I 2, 12a (PH).
[ ]
Milet I 2, 12a
1 | vacat ὁ δῆμος ὁ Μιλησίων |
vacat Λίχαντα Ἑρμοφάντου | |
vacat ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
vacat τῆς εἰς αὑτόν | |
5 | Κρήτη μὲν στεφάνωι σε, Λίχα, καὶ Θησέος ἄστη |
πάτρια νησαίη τ’ ἔστεφε δῖα Ῥόδος. | |
ξυνὰ δὲ Νηλεΐδαισιν ὁμαίχμια πρῶτος Ἰώνων | |
ἔστησας Κρητῶν φῦλα ἀναλεξάμενος | |
Μίλητος δέ σε πατρίς, ἐπεὶ βουλῆι τε καὶ ἔργοις | |
10 | ἔκρινεν πάσης ἡγεμόνα πτόλιος |
πρεσβέα τ’ εἰς βασιλεῖας ἀθώπευτον καὶ ἀμεμφῆ, | |
ἔκτισε Βουλαίου τῶιδε παρὰ προπύλωι. | |
οὐ νέμεσις· πατέρες γὰρ ἀριστεύοντες Ἰώνων | |
ἔστειλαν Λυδῶν τὴν ὑπέραυχον ὕβριν, | |
15 | ὧν οἱ μὲν μητρώιου ἀφ’ αἵματος, οἱ δὲ καὶ ἀνδρῶν |
δέδμηνται πάσηι κόσμος Ἰαονίηι. |