Honorary inscription for Septimius Severus by boule and demos of Miletos; AD 195: CIG 2878; *LW 212; **Milet I 7, 240.  
[ ] LW 212
See also:
1 [τῆς π]ρ̣ώτης [τ]ῆς Ἰων[ι]-
α̣[ς ᾠ]κισμένης καὶ μητρο-
πόλεως πολλῶν καὶ μεγάλω[ν]
πόλεων ἔν τε τῷ Πόντῳ καὶ τ[ῇ]
5 Αἰγύπτῳ καὶ πολλαχοῦ τῆς ο[ἰ]-
κουμένης Μιλησίων πόλε-
ως ἡ βουλὴ καὶ ὁ δῆμος Αὐ-
τοκράτορα Καίσαρα, Μάρκου Αν-
τωνείνου Εὐσεβοῦς Γερμα-
10 νικοῦ Σαρματικοῦ ὑόν, θεοῦ
Ἀντωνείνου Εὐσεβοῦς ὑω-
νόν, θεοῦ Ἁδριανοῦ ἔγγονον,
θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ
θεοῦ Νερούα ἀπόγονον, Λού-
15 κιον Σεπτίμιον Σεουῆρον
Περτίνακα Εὐσεβῆ Σεβα-
στὸν Ἀραβικὸν Ἀδιαβηνικὸν,
πατέρα πατρίδος, ἀρχιερέ-
α μέγιστον, δημαρχικῆς
20 ἐξουσίας τὸ γʹ, αὐτοκράτορα τ[ὸ]
ζʹ, ὕπατον τὸ βʹ, ἀνθύπατον· ἐ-
πιμεληθέντος τοῦ ἀρχι-
πρυτάνιδος Κτησίου τοῦ Κτ[η]-
σίου καὶ τῶν συναρχόντων
25 αὐτοῦ Ἑστιαίου του Ἐπιγόνου
τ[ὸ] βʹ, Βυβλιανοῦ τοῦ Νικάνορος,
Ἀγαθόποδος τοῦ Στρατονεί-
κου, Ἀφροδεισίου τοῦ Ποσι-
δωνίου Ἑρμοῦ τοῦ Διονυ-
30 σίου. #⁹⁴⁰
Search Help
Contact Us