Record of grant of citizenship to individuals from Bargylia, Herakleia, Amisos, Seleukeia, Euromos, Pidasa, and Korinthos and others; c. 200 BC: *Milet I 3, 76-78.  
[ ] Milet I 3, 76-78
I.1 Τιμόκριτος Χάρμου νόθος ἄνηβος.
Ἐπαμείνων Αἰσχρίωνος νόθος ἄνηβος.
Ἑρμῶναξ Διοσκουρίδου Βαργυλιήτης.
Δημήτριος Ἑρμοφάντου Βαργυλιήτης.
5 Φιλουμένη Θεοδώρου νόθη κόρη.
․․5․․Ο․ΣΙΟΙΟΥ Ἡρακλεώτης.
Μύρων ․․․ου Ἀμισηνὸς καὶ γυνὴ
τούτου Ἀ[β]ὰς Διονυσίου Σελευκὶς
[κ]αὶ υἱοὶ ἄνηβοι Ἰόλλα̣ς Μενεκράτης.
II.1 Μενίσκη Ἀπολλωνίου Εὐρωμὶς
κατὰ φύσιν, κατὰ ποίησιν δὲ Διοδώρου
τοῦ Ἀριστέου Πιδασὶς κόρη.
Ἡραΐσκος Βοΐσκου νόθος ἄνηβος.
5 Ἀπολλώνιος Διονυσίου Πιδασεὺς
καὶ γυνὴ τούτου Ἀρτεμισία
Θεο̣δ̣ώρου Ἡρακλεῶτις καὶ
υἱοὶ ἄνηβοι Διονύσιος Ποσειδώνιος
καὶ θυγάτηρ Ἀρτεμισία.
III.1 Νίκανδρος Ἀσκληπιάδο[υ]
Κορίνθιος.
Δεινομένης Βάττου νόθος
καὶ γυνὴ τούτου Μενιττὼ
5 Τιμοκρίτου νόθη καὶ υἱὸς
ἄνηβος Μενεσθεύς.
Search Help