Letter of Eumenes II to Ionian League accepting decree
honoring him; winter 167/6 BC: OGIS 763; *Milet I 9, 306; SEG 1,
437; SEG 4, 425, 443-444; **Welles 52 (ll. 1, 57-8); **Wilhelm,
Königsbriefe 43-6 (ll. 13-5, 22); Piejko, RFIC 114, 1986, 431,
note 2 (non vidi); SEG 36, 1049.
[ ]
Milet I 9, 306
Ia.1 | β̣α̣σ̣ι̣λεὺς Ε̣ὐ̣[μένης Ἰώνων τῶι κοινῶι χαίρειν.] |
τῶν παρ’ ὑμῶν πρεσβευτῶν Μενεκλῆς [μὲ]|ν | |
οὐ συνέμειξέ μοι, Εἰρηνίας δὲ καὶ Ἀρχέλαο̣|ς | |
ἀπαντήσαντες ἐν <Δ>ήλωι ἀπέδωκαν | |
5 | ψήφισμα καλὸν καὶ φιλάνθρωπον, ἐν ὧι |
καταρξάμενοι διότι τὰς καλλίστας ἀπὸ τῆ̣|ς | |
ἀρχῆς ἑλόμενος πράξεις καὶ κοινὸν ἀναδείξας̣ | |
ἐμαυτὸν εὐεργέτην τῶν Ἑλλήνων πολλοὺς μ|ὲν | |
καὶ μεγάλους ἀγῶνας ὑπέστην πρὸς τοὺ[ς] | |
10 | βαρβάρους, ἅπασαν σπουδὴν καὶ πρόνοιαν ποιού[με]- |
νος ὅπω̣ς οἱ τὰς Ἑλληνίδας κατοικοῦντες πόλε̣[ις] | |
διὰ παντὸς̣ ἐν εἰρήνηι καὶ τῆι βελτίστηι καταστάσ̣[ει] | |
ὑπάρχωσιν, ἀντικαταλλασόμενός [τε πρὸς] τ[ὸν] | |
Ib.14 | ἐπ̣[α]κ̣[ολουθ]ο̣ῦ̣ντα κίνδυνον κα̣[ὶ [πόνον τὴν εὔκλειαν, ἐμμέ]- |
15 | [νειν δὲ ἑ]λ̣όμεν̣[ος ἐν τ]οῖ̣ς̣ [πρὸς τὸ κ]ο̣ινὸν ἀ̣κολού- |
θως τῇ τοῦ πατρὸς πρ̣ο[α]ιρέσει ἐν πολλ̣οῖς φανερὰς | |
πεποίημαι τὰς ὑπὲρ τούτων ἀποδείξεις κοινῇ τε | |
καὶ κατ’ ἰδίαν πρὸς ἑκάστην τῶν πόλεων εὐνοϊκῶς | |
διακείμενος καὶ πολλὰ τῶν πρὸς ἐπιφάνειαν | |
20 | καὶ δόξαν ἀνηκόντων συνκατασκευάζων |
ἑκάστῃ, ἅπερ διὰ τῶν ἔργων τὴν ἐμήν τε φιλοδο- | |
ξ̣ίαν ἤ̣[λε]γ̣χ̣εν καὶ τὴν εὐχαριστίαν τοῦ κοινοῦ· | |
διόπερ ἔ[δο]ξ̣εν ὑμ[⁵¹ε]⁵¹ῖν, ὅπως ἀεὶ φαίνησθε τὰς | |
καταξίας τιμὰς τοῖς εὐεργέταις ἀπονέ- | |
25 | μοντες, στεφανῶσαι μὲν ἡμᾶς χρυσῷ στεφά- |
νωι ἀριστείωι, στῆσαι δὲ εἰκόνα χρυσῆν ἐν ὧι ἂμ | |
βούλωμαι τόπωι τῆς Ἰωνίας, ἀναγγεῖλαί τε τὰς τιμὰς | |
ἔν τε τοῖς ὑφ’ [ὑ]μῶν συντελουμένοις ἀγῶσιν | |
καὶ κατὰ π̣ό̣λεις ἐν τοῖς τιθεμένοις ἐν ἑκάστηι, | |
Ic.30 | [καὶ ἀσπάσασθαι δέ μ]ε παρὰ τοῦ κοινοῦ [καὶ συνησθῆναι] |
[ἐπὶ τ]ῶι κ̣ἀ̣μὲ κ̣[αὶ τ]ο̣ὺς ἀναγκαίους ἐρ̣ρῶ̣[σθαι εἶναί τε] | |
τὰ πράγματα κατὰ λόγον, παρακαλεῖν τ̣[έ με θεωροῦντα] | |
τὴν εὐχαριστίαν τοῦ πλήθους τὴν κ[αθήκουσαν πρό]- | |
νοιαν ποεῖσθαι δι’ ὧν τὸ κοινὸν τῶν Ἰ[ώνων ἐπαυξηθή]- | |
35 | σεταί τε καὶ διὰ παντὸς ἐν τῆι ἀρί[στηι καταστάσει ὑπ]|ά̣ρ- |
ξει· οὕτω γὰρ καὶ μετὰ ταῦτά με πάν[των τεύξεσθαι τ]|ῶ̣ν | |
εἰς τιμὴν καὶ δόξαν ἀνηκόντων. ἀκ̣[ολούθως δὲ πᾶσιν] | |
τοῖς κατακεχωρισμένοις καὶ οἱ πρ[εσβευταὶ μετὰ π]|λ̣εί- | |
ονος σπουδῆς διελέχθησαν ἐξηγο[ύμενοι σύμπα]|ν- | |
40 | τος τοῦ πλήθους πρὸς ἡμᾶς ἐκτενε[στάτην τε καὶ] |
εἰλικρινῆ τὴν εὔνοιαν. τά τε τίμια φιλο[φρόνως ἀποδέ]- | |
χομαι κ<α>ὶ οὐδέποτ’ ἐλλελοιπὼς κατά [γε τὴν ἐμὴν] | |
δύναμιν εἰς τὸ περιποιεῖν ἀεί τι καὶ κ[οινῆι ἅπασιν] | |
καὶ κατὰ πόλιν ἑκάστοις τῶν πρὸς [τιμὴν καὶ δόξαν] | |
IIa.45 | ἀ̣[ν]ηκόντων πειράσομαι καὶ νῦν τῆς |
τοιαύτης προθέσεως μὴ ἀφίστασθαι. | |
γίνοιτο δὲ τῆι βουλήσει μου καὶ τὰ πράγματα | |
συνεξακολουθεῖν. οὕτω γὰρ ὁμολογουμέ- | |
νην λήψεσθε μᾶλλον δι’ αὐτῶν τῶν ἔργων | |
50 | τῆς ἐμῆς προαιρέσεως τὴν ἀπόδειξιν. |
ὅπως δὲ καὶ εἰς τὸ λοιπὸν ἐν τῆι πανηγύρει | |
τῶν Πανιωνίων ἡμέραν ἐπώνυμον ἄγοντες | |
ἡμῖν ἐπιφανέστερον τὴν ὅλην ἑορτὴν συν- | |
τελῆτε, προσόδους ὑμῖν τὰς ἱκανὰς ἀνα- | |
55 | [θήσω], ἀ̣φ’ ὧν ἕξετε τὴν καθήκουσαν ἡμῖν |
[ἀνατιθ]έ̣ναι μνήμην. τὸν δὲ χρυσοῦν ἀνδρι- | |
[άντα ποιή]σ̣ω μὲν ἐγὼ προαιρούμενος ἀδά- | |
[πανον πάν]τ̣ως [τὴν] χ̣ά̣ρ̣ιν ε̣ἶ̣ν̣αι τῶι κο[ινῶι]. | |
IIb.59 | ἀν̣ατεθῆναι δ’ αὐτὴ̣[ν βούλομαι] ἐν τῶι ἐψη- |
60 | φισμένωι ἡμῖν ὑπὸ Μιλησ[ίων τε]μένε[ι· ὅ]- |
τε γὰρ ἐν ταύτηι τῆι πόλει συντελοῦντε[ς] | |
τὴν πανήγυριν ἐψήφισθε τὴν τιμὴν ἡμῖν, | |
τῆς πόλεως μόνης τῶν Ἰάδων μέχρι τοῦ | |
παρόντος τέμενος ἀναδεδειχοίας ἡμῖν | |
65 | καὶ συγγενοῦς κρινομένης διὰ Κυζικηνούς, |
ἔνδοξα δὲ πολλὰ καὶ ἄξια μνήμης ὑπὲρ τῶν | |
Ἰώνων πεπραχυίας, οἰκειοτάτην ἐλογιζόμη[ν] | |
τὴν ἀνάθεσιν ἔσεσθαι ἐν ταύτηι. τὰ δὲ κατὰ | |
μέρος ὑπὲρ τῆς ἐμῆς εὐνοίας κοινῆι τε | |
70 | πρὸς πάντας ὑμᾶς καὶ καθ’ ἑκάστην πόλιν |
ἀκηκοότες οἱ πρεσβευταὶ δηλώσουσιν | |
ὑμῖν. ἔρρωσθε. |