Letter of King Ptolemy (II) to Miletos praising Miletos for philia and symmachia; c. 262/260 BC: *Milet I 3, 139A; SEG 4, 428; Welles 14 (see 34, 52).  
[ ] Milet I 3, 139A
1 βασιλεὺς Πτολεμαῖος Μιλησίων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν·
και πρότερον τὴμ πᾶσαν ἐποιούμην σπουδὴν ὑπὲρ τῆς πόλεως ὑμῶν̣
καὶ χώραν διδοὺς καὶ ἐν τοῖς λοιποῖς ἐπιμελόμενος, ὡς προσῆκον ἦν
διὰ τὸ καὶ τὸμ πατέρα τὸν ἡμέτερον ὁρᾶν οἰκείως τε πρὸς τὴμ πόλιν δια-
5 κείμενον καὶ πολλῶν ἀγαθῶν παραίτιον ὑμῖν γενόμενον κ̣αῖ φόρων τε
σκληρῶν καὶ χαλεπῶν ἀπολύσαντα καὶ παραγωγίων παρ’ ὑμῖν, ἅ τινες
τῶμ βασιλέων κατέστησαν, νυνί τε ὑμῶν τὴμ πόλιν καὶ τὴμ πρὸς ἡ-
μᾶς [φ]ιλίαν̣ καὶ συμμαχίαν οἰκείως διατετηρηκότων%⁶⁰ γέγραφεγ̣ γ̣[άρ]
μοι ὅ τε υἱὸς καὶ Καλλικράτης καὶ οἱ ἄλλοι φίλοι οἱ παρ’ ὑμῖν ὄντες ἣν ἀ-
10 πόδειξιν πεποίησθε τῆς πρὸς ἡμᾶς εὐνοίας,%⁶⁰ καὶ αὐτοὶ παρακολουθοῦν-
τες ἐπαινοῦμεν ὡς ἔνι μάλιστα καὶ πειρασόμεθα ἀ[μ]ύν̣εσθαι τὸν δῆ-
μον εὐεργετοῦντες, παρακαλοῦμεν δὲ καὶ εἰς τὸν λοιπὸγ χρόνον τὴν αὐ-
τὴν ἔχειν αἵρεσιν πρὸς ἡμᾶς, ἵνα καὶ ἡμεῖς το̣ιούτων ὑμῶν ὄντων ἐπὶ πλέον
τὴν ἐπιμέλειαν τῆς πόλεως ποιώμεθα.  τὰ δὲ πλεί[ω] συντετάχαμεν Ἡγεστρά-
15 τωι περί τε τούτων διαλεχθῆναι καὶ ἀσπάσασθαι παρ’ ἡμῶν.  ἔρρωσθε.
Search Help
Contact Us