Letter of King Ptolemy (II) to Miletos praising Miletos for
philia and symmachia; c. 262/260 BC: *Milet I 3, 139A; SEG 4,
428; Welles 14 (see 34, 52).
[ ]
Milet I 3, 139A
1 | βασιλεὺς Πτολεμαῖος Μιλησίων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· |
και πρότερον τὴμ πᾶσαν ἐποιούμην σπουδὴν ὑπὲρ τῆς πόλεως ὑμῶν̣ | |
καὶ χώραν διδοὺς καὶ ἐν τοῖς λοιποῖς ἐπιμελόμενος, ὡς προσῆκον ἦν | |
διὰ τὸ καὶ τὸμ πατέρα τὸν ἡμέτερον ὁρᾶν οἰκείως τε πρὸς τὴμ πόλιν δια- | |
5 | κείμενον καὶ πολλῶν ἀγαθῶν παραίτιον ὑμῖν γενόμενον κ̣αῖ φόρων τε |
σκληρῶν καὶ χαλεπῶν ἀπολύσαντα καὶ παραγωγίων παρ’ ὑμῖν, ἅ τινες | |
τῶμ βασιλέων κατέστησαν, νυνί τε ὑμῶν τὴμ πόλιν καὶ τὴμ πρὸς ἡ- | |
μᾶς [φ]ιλίαν̣ καὶ συμμαχίαν οἰκείως διατετηρηκότων%⁶⁰ γέγραφεγ̣ γ̣[άρ] | |
μοι ὅ τε υἱὸς καὶ Καλλικράτης καὶ οἱ ἄλλοι φίλοι οἱ παρ’ ὑμῖν ὄντες ἣν ἀ- | |
10 | πόδειξιν πεποίησθε τῆς πρὸς ἡμᾶς εὐνοίας,%⁶⁰ καὶ αὐτοὶ παρακολουθοῦν- |
τες ἐπαινοῦμεν ὡς ἔνι μάλιστα καὶ πειρασόμεθα ἀ[μ]ύν̣εσθαι τὸν δῆ- | |
μον εὐεργετοῦντες, παρακαλοῦμεν δὲ καὶ εἰς τὸν λοιπὸγ χρόνον τὴν αὐ- | |
τὴν ἔχειν αἵρεσιν πρὸς ἡμᾶς, ἵνα καὶ ἡμεῖς το̣ιούτων ὑμῶν ὄντων ἐπὶ πλέον | |
τὴν ἐπιμέλειαν τῆς πόλεως ποιώμεθα. τὰ δὲ πλεί[ω] συντετάχαμεν Ἡγεστρά- | |
15 | τωι περί τε τούτων διαλεχθῆναι καὶ ἀσπάσασθαι παρ’ ἡμῶν. ἔρρωσθε. |