Treaty between Miletos and Pidasa on sympolity; 183***/164
BC: *Milet I 3, 149; Maier 74; SEG 19, 678; SEG 37, 984, 987.
[ ]
Milet I 3, 149
| 1 | ἀγαθῆι τύχηι. ἐπὶ στεφανηφόρου Πασικλείους μηνὸς Ἀ̣νθεστηριῶνος |
| τάδε ὡμολόγησαν καὶ συνέθεντο Μιλήσιοι καὶ Πιδα̣σ̣εῖς, ὑπὲρ μὲν τοῦ | |
| δήμου τοῦ Μιλησίων οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆι φυλακῆι καὶ οἱ ἀποδει- | |
| χθέντες σύνεδροι Μιννίων Λεωδάμαντος, Θεογένης Λεωδάμαντος, Πολύξε- | |
| 5 | νος Μελησίππου, Μενέστρατος Ἀναξίλεω, Ἡρώιδης Ζήνωνος, Ἀντίγονος |
| Ἑκαταίου, Μύρμηξ Ἑκαταίου, Ἡρώιδης Μιννίωνος, Φιλίσκος Λυσιμάχου, Δημήτριος | |
| Ἀρτέμωνος, ὑ̣πὲρ δὲ τοῦ δήμου τοῦ Πιδασέων οἱ πεμφθέντες ὑφ’ αὐτῶν αὐτο- | |
| κράτορες πρεσβευταὶ Μενέξενος Ἀριστέου, Δημήτριος Πολίτου, Ἀρτέμων Μενίπ- | |
| που, Μέλανθος Πολίτου, Ἑρμίας Πολίτου, Μελάνθιος Πολίτου, Μενεσθεὺς Ἀριστέου, | |
| 10 | Α̣ἴ̣σων Ἑρμίου, Πολίτης Ἑρμίου, Πολίτης Μενίππου· εἶναι Πιδασεῖς Μιλησίων πο- |
| λίτας καὶ τέκνα καὶ γυναῖκας, ὅσαι ἂν ὦσιν φύσει Πιδασίδες ἢ πόλεως Ἑλλη̣- | |
| νίδος πολίτιδες· παραδοῦναι δὲ ἐπὶ τὸ βουλευτήριον τῶν ὀνομάτων ἀναγρα- | |
| φὴν τοὺς αἱρεθέντας ὑπὸ Μιλησίων ἄνδρας καὶ μετεῖναι τοῖς ὀνόμασιν καὶ | |
| ἀ̣νενεχθεῖσιν ἱερῶν καὶ ἀρχείων καὶ τῶν ἄλλων, ὧν καὶ τοῖς λοιποῖς μέτε- | |
| 15 | στι Μιλησίοις· πέμπειν δὲ Μιλησίους εἰς Πίδασα τὸν λαχόντα τῶν πολιτῶν̣ |
| φρούραρχον καὶ φρουρούς, ὅσους ἂν ἱκανοὺς εἶναι φαίνηται, καὶ προνοεῖν, ὅπως̣ | |
| τὰ τείχη ἐπισκευάζηται καὶ κατὰ χώραν μένηι, καὶ τῆς φυλακῆς ἐπιμε- | |
| λεῖσθαι, καθότι ἂν κρίνωσι συμφέρειν. τῶν δὲ ἐκφορίων τῶν γινομένω[ν] | |
| ἐν τῆι χώραι τῆι Πιδασέων τὸ μὲν ἔλαιον εἶναι ἐπιτελὲς τῶν τελῶ̣- | |
| 20 | ν, ὧν καὶ Μιλήσιοι τιθέασιν. τῶν δὲ ἄλλων τελεῖν χαλκοῦν ἐφ’ ἔτη πέν̣- |
| τε ἄρχοντος στεφανηφόρου Φιλίδου, καὶ τῶν κτηνῶν τῶν ἱσταμένω[ν] | |
| ἐν τῆι Πιδασίδι, ὅσα εστὶν Πιδασέων τῶν ἐμ Πιδάσοις κατοικούντων̣ | |
| καὶ ζμηνῶν τὸ ἴσον [ἐ]φ’ ἔτη τρία ἄρχοντος τοῦ αὐτοῦ στεφανηφόρου, | |
| διελθόντος δὲ τοῦ προειρημένου χρόνου τελεῖν εἰς Μίλητον Πιδασεῖς | |
| 25 | τὰ αὐτὰ τέλη, καθότι ἂν κ̣αὶ οἱ λοιποὶ Μιλήσιοι τελωνῶνται. δοῦναι δὲ |
| τὸν δῆμον τὸν Μιλησίων Πιδασεῦσιν τοῖς κατωικηκόσιν καὶ ἐνμεμε- | |
| νηκόσιν μέχρι τοῦ νῦν χρόνου ἐμ Πιδάσοις ἢ τῆι χώραι τῆι Πιδασέων̣ | |
| οἰκ<ή>σεις εἰς κλινῶν λόγον τριακοσίων καὶ ἐνενήκοντα. νέμεσθαι δὲ | |
| Πιδασεῖς τάς τε ὑπαρχούσας ἱερὰς κτήσεις καὶ δημοσίας καὶ ἄν τι- | |
| 30 | νες ἄλλαι προσγίνωνται τοῖς θεοῖς ἢ τῶι δήμωι πέντε μὲν ἔτη ἄρ- |
| χοντος στεφανηφόρου Φιλίδου τελοῦντας τῶν ἐκφορίων χαλκοῦ[ν], | |
| διελθόντος δὲ τοῦ προειρημένου χρόνου τὰ ἴσα τέλη, ὅσα καὶ Μιλήσ[ιοι] | |
| φέρουσιν. τοῦ δὲ ἐν τοῖς ἱεροῖς ὄρεσιν τοῖς περιωρισμένοις γινομένο̣[υ] | |
| σίτου τελεῖν αὐτοὺς διελθόντων τῶν πέντε ἐτῶν ἑκατοστὴν | |
| 35 | εἰς τὸν ἀεὶ χρόνον. εἶναι δὲ Πιδασέων τοὺς προσγραφησομένους |
| ἀτελεῖς λειτουργιῶν ἐφ’ ἔτη δέκα ἄρχοντος στεφανηφόρου | |
| Φιλίδου. ἐγδικῆσαι δὲ τὸν δῆμον τὸμ Μιλησίων καὶ περὶ τῆς χώρας | |
| τῆς ἀποκαθεσταμένης αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, ἐάν τις γίν[η]- | |
| ται διάκρισις. συγκεχωρῆσθαι δὲ Πιδασέων τοῖς προσγραφησομένοις | |
| 40 | πρὸς τὸ πολίτευμα καὶ ἐνεκτημένοις ἐν τῆι Εὐρωμίδι εἰσάγειν ἀπὸ τοῦ̣ |
| γεινομένου οἰνικοῦ γενήματος ἐν ταῖς ἰδίαις κτήσεσιν ἕως πλείστων̣ | |
| μετρητῶν χιλίων ἀπὸ μηνὸς Ποσιδεῶνος τοῦ ἐπὶ Φιλίδου τελοῦσιν ἐλ- | |
| λιμένιον χαλκοῦν εἰς τὸν ἀεὶ χρόνον ἀπογραψαμένων ἐπὶ τὸ τῆς βουλῆς | |
| ἀρχεῖον τῶν ἐνεκτημένων ἐν τῆι Εὐρωμίδι. κατασκευάσαι δὲ Μιλησίους | |
| 45 | ὁδὸν ἐκ τῆς Πιδασίδος ζυγίοις πορευτὴν εὶς Ἰωνίαν πόλιν. μετέχειν δὲ |
| Πιδασέων καὶ τοὺς πεπολιτογραφημένους πρότερον τῶν αὐτῶν πᾶσ̣[ιν] | |
| Πιδασεῦσιν πλὴν {πλὴν} τῆς ἀτελείας τῶν λειτουργιῶν. ὑπάρχειν δ[ὲ] | |
| καὶ τἆλλα τὰ κατακεχωρισμένα ἐν τῶι ψηφίσματι τῶι γραφέντι περὶ τῶ[ν] | |
| ἀνηκόντων εἰς τὴν συμπολιτείαν κύρια καὶ συντελεῖσθαι αὐτά, καθό[τι] | |
| 50 | συγκεχώρηται προσφερομένων Πιδασέων πόλιν τε καὶ χώραν καὶ τὰ[ς] |
| [ἐ]κ τούτων προσόδους. ὁρκισάτω δὲ ὁ στεφανηφόρος μετὰ τοῦ ἱεροκήρυκος̣ | |
| [τ]ού̣ς τε ἥκοντας ἐκ Πιδασέων πρεσβευτὰς καὶ τοὺς πρυτάνεις καὶ | |
| τοὺ[ς] εἱρημένους ἐπὶ τῆι φυλακῆι καὶ τοὺς κεχειροτονημένους συν- | |
| έδρο̣υ̣ς̣ τὸν ὅρ̣κ̣ον τόνδε· ἐμμενῶ τοῖς ὡμολογημένοις καὶ ἀναγεγραμ- | |
| 55 | μένο̣ι̣ς̣ [εἰς] τὸν ἀεὶ χρόνον καὶ οὐ παραβήσομαι τέχνηι οὐδεμιᾶι οὐδὲ μηχα- |
| νῆι οὐδ̣ὲ̣ ἄ̣[λλ]ωι παραβαίνοντι τὴν συνθήκην ἐπιτρέψω, καὶ ἐὰν τινα | |
| ἄλλον̣ π̣υν[θά]νωμαι αἱρούμενον παραβαίνειν τὰς ὁμολογίας, οὐκ ἐπι- | |
| τρέψω κ̣α̣τὰ δύ̣να̣μιν τὴν ἐμήν, ἀλλὰ δηλώσω τῆι βουλῆι καὶ τῶι δήμωι. | |
| ταῦτα ἀληθῆ, νὴ τ̣ὴ̣ν Ἑστίαν τὴμ Βουλαίαν καὶ τοὺς ἄλλους θεούς. | |
| 60 | καί μοι εὐορκοῦντι μὲν εὖ εἴη, ε̣ἰ̣ δὲ ἐφιορκοίην, ἐξώλης εἴην καὶ αὐτὸς καὶ |
| τἀμά. ὀμόσαι δὲ ἐμ Πιδάσοις καὶ τοὺς ἄλλους Πιδασεῖς τοὺς ὄντας | |
| ἐπιδήμους καὶ ἐν ἡλικίαι ὑπάρχοντας τὸν αὐτὸν ὅρκον προσομνύντας | |
| καὶ τοὺς κατέχοντας αὐτῶν τὴν πόλιν θεούς. ὁπότεροι δὲ ἂν μὴ ἐ̣μμ<ε>ίνω- | |
| σιν τοῖς ἐν τῆιδε τῆι συνθήκηι κατακεχωρισμένοις, ἀδίκους τε ε̣ἶναι | |
| 65 | αὐτοὺς τῶν θεῶν, οὓς ὀμωμόκασιν, καὶ ἀποτεῖσαι τοὺς μὴ ἐμμείναν- |
| τας τοῖς ἐμμείνασιν τάλαντα τρ̣ιάκοντα. |