Treaty with Phaistos forbidding enslavement and including
under terms Polyrrhenia; 259/233*** BC: *Milet I 3, 140C; ICret I
Phaistos no. 1; Staatsverträge III 482III; SEG 29, 1135.
[ ]
Milet I 3, 140C
51 | Φαιστίων. |
τάδε συνέθεντο Φαίστιοι καὶ Μιλήσιοι κοσμιόν<των τῶν> σὺμ Μητιόχω̣[ι] | |
ἐμ Φαιστῶι, ἐμ Μιλήτωι δὲ στεφανηφόρου Δημητρίου· σῶμ[α] | |
ἐλεύθερον μὴ ὠνείσθω ὁ Μιλήσιος Φαίστιον μηδ’ ὁ Φαίστιος Μιλ[ή]- | |
55 | σιον, ἂμ μὴ κελομένου πρίαται· ἂν δὲ κε<λ>ομένου πρίαται, τᾶς ἰσων̣[ί]- |
ας ἀπολυσάτω· ἂν δὲ μὴ κελομένου πρίαται, ἀπαγέσθω ὅ τε Φαίσ̣- | |
τιος ἐγ Μιλήτου καὶ ὁ Μιλήσιος ἐκ Φαιστοῦ· ἂν δέ τις δοῦλον πρία- | |
ται ὠνᾶι καὶ πράσει καὶ μὴ ἀνδραποδίξηται, ἀποδοὺς τὰν τιμὰν̣ | |
ὁ ἐφαψάμενος, ὅσου ἐπρίατο, τῶι ἔχοντι, τὸ σῶμα ἀγαγέσθω. ἂν̣ | |
60 | δέ τι ἀντιλέγωσιν περὶ ὁτινοσοῦν, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς |
τοῦ ἐμπορίου ἐπιμελητὰς πενθ’ ἁμερᾶν, ἐμ Φαιστῶι δὲ τὸ δικασ- | |
τήριον τὸ πολιτικὸν πένθ’ ἁμερᾶν. τὰς δὲ πράξεις εἶναι ἐμ Μιλή- | |
τωι μὲν κατὰ τὸν νόμον τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, ἐμ Φαισ- | |
τῶι δὲ τοὺς κόσμους πράξαντας ἀποδοῦναι τρόπωι, ὧι ἂμ βού- | |
65 | λωνται, ἐν ἁμέραις δέκα, ἀφ’ ἇς κα καταδικασθῆι. ἀναγράψαι δὲ τὰς |
συνθήκας ἐμ Φαιστῶι μὲν εἰς τὸ πρυτανεῖον, ἐμ Μιλήτωι <δὲ> εἰς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος. κατὰ ταὐτὰ Ματάλιοι, Πολυρήνιοι. |