Treaty with Gortys forbidding enslavement of Gortynians by
Milesians and vice versa and including in terms Lyktos, Arkades,
Ariaioi, and Hyrtaioi (?); 259/233*** BC: *Milet I 3, 140B; ICret
IV Gortys no. 161; **Staatsverträge III 482II (l. 51); Herrmann
ZPE 17, 1975, 127-139; SEG 29,1135.
[ ]
Milet I 3, 140B
39 | Γορτυνίων. |
40 | ἐάν τις Μιλησίων ἐγ Γόρτυνι ἢ Γορτυνίων ἐμ Μιλήτωι |
ἐφάπτηται σώματος ἢ δούλου ἢ ἐλευθέρου, ἂμ μὲν ἀνά- | |
γηι ὁ ἔχων πράτορι ἀξιόχρεωι ἢ εἰς πόλιν ἔνδικον, ἀποδοὺς̣ | |
τὴν τιμὴν τὴν ἀρχα[ί]αν ἀποδότω τὸ σῶμα ὁ ἐφαψάμε- | |
νος· ἂν δὲ μὴ ἀνάγηι, ἀποδότω τὸ σῶμα ὁ ἔχων τῶι ἐφαψα- | |
45 | μένωι αὐθημερόν. ἂν δέ τι ἀντιλέγηται περὶ τοῦ σώμα- |
τος περὶ οὗτινος, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς τοῦ ἐμπορίου | |
ἐπιμελητὰς πένθ’ ἡμερῶν, ἐγ Γόρτυνι δὲ τοὺς κόσμους ἡ- | |
μερῶν πέντε. τῶν δὲ δικασθέντων τὰς πράξεις εἶναι ἐμ̣ | |
Μιλήτωι μὲν κατὰ τὸν νόμον τὸν ἐμπορικόν, ἐγ Γόρτυνι δ[ὲ] | |
50 | κατὰ τὸν νόμον τὸν προξενικόν, κατὰ τὰ αὐτὰ Λύκτιοι, |
Ἀρκάδες, Ἀριαῖοι, Ὑρταῖοι. |