Treaty with Olbia affirming rights to entry, participation in cults, ateleia, and citizenship of Milesians in Olbia and Olbians in Miletos; c. 350/c. 315 BC: *Milet I 3, 136; Syll3 286; Tod 195; Staatsverträge III 408; Chaniotis, ZPE 64, 1986, 160 (non vidi); SEG 36, 1044; SEG 37, 982.  
[ ] Milet I 3, 136
1 τάδε πάτρια Ὀλβιοπολίταις καὶ Μιλησ[ί]-
οις· τὸμ Μιλήσιον ἐν Ὀλβίῃ πόλει ὡς Ὀλ-
βιοπολίτην θύειν ἐπὶ τῶν αὐτῶμ βω-
μῶν καὶ εἰς τὰ ἱερὰ τὰ αὐτὰ φοιτᾶν τὰ
5 δημόσια κατὰ τὰ αὐτὰ καὶ Ὀλβιοπολί-
τας· εἶναι δὲ καὶ ἀτελείας Μιλησίοις κα-
θάσσα καὶ πρότερον ἦσαν· ἐὰν δὲ θέληι
τιμουχιῶμ μετέχειν, ἐπὶ βουλὴν ἐπίτω
καὶ ἀπογραφεὶς μετεχέτω καὶ ἔστω
10 ἐντελής, καθότι καὶ οἱ ἄλλοι πολῖταί
εἰσίν· εἶναι δὲ καὶ προεδρίαγ καὶ εἰσκη-
ρύσσεσθαι εἰς τοὺς ἀγῶνας καὶ ἐπα-
ρᾶσθαι ταῖς τριακάσιγ, καθάσσα καὶ
ἐμ Μιλήτωι έπαρῶνται· ἐὰν δέ τι συμβό-
15 λ̣αιον ᾖ τῶι Μιλησίωι ἐν Ὀλβίαι, ἰσχέτω δί-
κηγ καὶ ὑπεχέτω ἐμ πένθ’ ἡμέραις ἐπὶ
τοῦ δημοτικοῦ δικαστηρίου· εἶναι δὲ
[ἀ]τελεῖς πάντας Μιλησίους, πλὴν̣ ὅσοι
ἐν ἄλλῃ πόλει πολιτεύονται καὶ ἀρχείω<μ>
20 μετέχουσιγ καὶ δικαστηρίων, κατὰ ταὐ-
τὰ δὲ καὶ Ὀλβιοπολίτας ἐμ Μιλήτωι ἀτε-
λεῖς εἶναι, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν
τρόπον Ὀλβιοπολίταις ἐμ Μιλήτωι ὑπάρ-
χειγ καθότι καὶ Μιλησίοις ἐν Ὀλβίῃ πόλει.
Search Help
Contact Us