Decree of boule and demos ordaining that King Ptolemy
(II)’s letter be read to the ekklesia; 262/0 BC: *Milet I 3,
139B; SEG 4, 428 (see 34, 62).
[ ]
Milet I 3, 139B
16 | [ἔ]δοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἐπιστα̣τῶ̣ν· Ἐπαμείνων Ἑστια̣ίο̣υ εἶπεν· |
[τ]ὰ μὲγ γράμματα, ἃ ἐκόμισ̣εν Ἡγέστρατος παρὰ τοῦ βασιλέως Πτολεμαίο[υ] | |
[ἐ]πενεγκεῖν τὸγ γραμματέα τῆς βουλῆς εἰς τὴν ἐκκλησίαν τῆι τετράδι ἀν̣[ο]- | |
[μ]ένου τοῦ ἐνεστῶτος μηνὸ[ς κ]αὶ ἀναγνῶναι τῶι δήμωι, ἐπαγαγεῖν δὲ καὶ̣ | |
20 | [Ἡ]γέστρατον τοὺς ἐπιστ̣[άτ]α̣[ς] ἐπὶ τὴν ἐκκλησίαν, τὸν δὲ δῆμον ἀκούσαντ[α] |
[β]ουλεῦσαι τὰ δοκοῦντα συνοίσειν. |