Honorary decree (of gerousia?) for gymnasiarchs (no name)
Dion[ysiou], Eirenias Artemonos, and Apollonios Kallikleous; c.
100 BC: *Milet I 9, 368; SEG 4, 425.
[ ]
Milet I 9, 368
| 0 | {²1 line?}² |
| [—]ς̣ Διον̣[υσίου καὶ Εἰρη]- | |
| [νίας Ἀρ]τέ̣μ̣ω̣νος καὶ Ἀπολλώνιος Ἀπολλ[ω]νί[ου] το[ῦ] | |
| Καλλικλ̣έ̣ους vv κατασταθέντες γυμνασί̣[α]ρ̣χ̣ο[ι] ε̣ἰ̣ς̣ τὸ[ν] | |
| [ἐ]νιαυτὸν τὸν ἐπὶ Ἀριστάνορος v τήν τε τοῦ ἐλαίου θ̣έ̣- | |
| 5 | [σι]ν ἐποιήσαντο καλῶς καὶ πρεπόντως τῇ περὶ αὐτο[ὺς] |
| ὑπαρχούσῃ πρὸς τὸ πλῆθος ἀλυπίαι, προσέστησαν δὲ | |
| [κ]αὶ τῆς τοῦ τόπου σεμνότητος βουλόμενοι συντηρῖν | |
| ὅσον ἐφ’ ἑαυτοῖς τὸ ἀξίωμα τῆς γερουσίας, ἐπετέλεσαν δὲ̣ | |
| [κ]αὶ τὴν γεινομένην ἐν τῶι μηνὶ τῶι Θαργηλιῶνι τῶι τ[ε] | |
| 10 | Ἑρμεῖ καὶ Ἡρακλεῖ θυσίαν ἐκ τῶν ἰδίων καταγοράσαντε[ς] |
| τ̣αῦρον, ὃν καὶ καλλιερήσαντες διένιμαν τῆι γερουσίαι, τὸ | |
| δὲ ἐξαιρούμενον εἰς ταῦτα διάφ̣ορον ἀνέδωκαν βουλό- | |
| μ̣ενοι ἐπαύξιν τὸ κοινὸν καττὰ{ι} v περὶ τούτων ἐψηφισ- | |
| μένα, ἔν τε τῶι Ποσιδεῶνι μηνὶ συνετέλεσαν τὴν κατὰ ψ̣[ή]- | |
| 15 | φισμα τοῦ δήμου γινομένην ἔνκαυσιν Ἀντιόχωι ἥρωϊ κατα̣- |
| θύσαντες ταύρους δύο, ἀφ’ ὧν ἰσήννινκαν εἰς τὸ γυμνάσιον τὰ | |
| [γινό]μενα τοῖς τε ἐφήβοις καὶ νέοις ἆθλα, τὰ δὲ λοιπὰ κρέα διένιμ[αν] | |
| [τοῖς] γέρουσιν· ἰσήνινκαν δὲ καὶ ἰς τὸ γυμνάσιον ἐν τῇ διαδρο̣- | |
| [μῆι] τ̣ὸ ἔλαιον· συνετέλεσαν δὲ καὶ τὰς τοῖς ἀπολελοιπόσι [τι]- | |
| 20 | [μὰς] πάσας καθηκόντως κατα%⁸⁰%⁸⁰κλίναντές τε τὴν γερου[σίαν] |
| [εὐώ]χησαν ἐπιμελῶς καθόλου τε ἐν πᾶσιν τοῖς κατὰ τὴν γυ[μνα]- | |
| [σιαρ]χίαν παρέσχοντο αὑτοὺς πρὸς πάντα ἀνενκλήτους καθη[κ]- | |
| [όντως —] |