Decree of demos honoring Eumenes II, 170/165 BC: 7.
Mil-Ber. 26-27; *Milet I 9, 307; SEG 4, 444.
[ ]
Milet I 9, 307
1 | ἔδοξε τῶι δήμωι· οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆ[ι φυλακῆι] |
[ε]ἶπαν· ἐπειδὴ βασιλεὺς Εὐμένης συγγενὴς κ̣[αὶ φί]- | |
λος καὶ εὔνους καὶ εὐεργέτης ὑπάρχων τῆς πό̣[λ]- | |
εως διὰ προγόνων καὶ πρὸς ἅπαντας μὲν τοὺς Ἕλλη̣- | |
5 | νας φιλοδόξω<ς> ἀπὸ τῆς ἀρχῆς διακείμενος καὶ |
τὰς περὶ τούτων άποδείξεις φανερὰς διὰ <πάν>- | |
των πεποημένος τῶν ἔργων καθ’ ὅτι αἵ τε κα- | |
θ’ ἑκάστους τῶν καιρῶν σ<υν>τετελεσμέναι<ς> καὶ | |
αἱ παρὰ τῶν εὐε<ρ>γετημένων ἀπηντ<η>κυῖαι τι̣- | |
10 | μαὶ τῷ βασιλεῖ τὴν περὶ τῶν προειρημένων βεβ- |
αιοῦσι πίστιν, βουλόμενος δὲ καὶ τὰ προϋπάρχ- | |
οντα διὰ προγόνων αὐτῶι πρὸς τὴν ἡμετέραν πόλ- | |
[ι]ν οἰκεῖα καὶ φιλάνθρωπα ἐπαυξῆσαι καὶ τῆς ἑα[υ]- | |
τοῦ πρὸς τὸ πλῆθος αἱρέσεως καλὸν ὑπόμ̣[νη]- | |
15 | μα<ι> ἄξιον τῆς ἰδίας ἀρετῆς καὶ τοῖς ἐπιγινομ̣[έ]- |
νοις ὑπολιπέσθαι γράματα ἀπέσταλκεν πρός [τ]- | |
ε τὴν βουλὴν καὶ τὸν δῆμον, δι’ ὧν τά τε ὑπὸ Εἰρ̣[η]- | |
νίου ἐμφανισθέντα αὐτῶι ἐχθέμενος καὶ τὴν π̣[․․․] | |
πρὸς τὸν δῆμον αἵρεσιν διὰ τῶν κατὰ μ̣έ̣ρ̣ο̣[ς ․․6․․․] | |
20 | {²Continuation missing.}² |