Decree of demos providing for payments to those giving
money to city with list of donors; 205/4*** BC: *Milet I 3, 147
(PH); SEG 1, 436; **Migeotte, L’emprunt public no. 97 (l. 17).
[ ]
Milet I 3, 147
A.1 | [ἔ]δοξε τῶι δήμωι· γνώμηι πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυλ[α]- |
[κ]ῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων. οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐ- | |
π̣ὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· ὅπως τὰ ἐνλείποντα ἐν τῶι ἐνεστῶ̣- | |
τι ἐνιαυτῶι πορισθῆι δυνατῶς καὶ συμφερόντως τῶι δήμωι, μήτε εἰσ- | |
5 | φορᾶς διὰ ταῦτα γενομένης ὑπὸ μηθενὸς μήτε τῶμ μισθοφόρων ἀφαι̣- |
ρέσεως διὰ τὸ πεπονηκέναι τάς τε κοινὰς καὶ τὰς ἰδίας ἑκάστου προσ̣- | |
όδους γεγενημένης ἐπὶ πλείονα ἔτη κατὰ τὴγ χώραν ἀφορίας, ἐψηφίσ̣- | |
θαι Μιλησίοις· τοὺς μὲν βουλομένους τῶμ πολιτῶν ἢ πολιτίδων δοῦνα̣[ι] | |
τῆι πόλει δραχμὰς τρισχιλίας ἑξακοσίας ὑπὲρ αὑτῶν ἢ ὑπὲρ ἄλλων̣, | |
10 | τὸ ἴσον ὑπὲρ ἑκάστου πλῆθος, ἀπογράφεσθαι μὲν πρὸς τὸν ὑπογραμμα̣- |
τέα τῆς βουλῆς ἕως τῆς ὀγδόης ἱσταμένου τοῦ Πυανεψιῶνος μηνός, | |
διαγράφειν δὲ τοῖς ἐπὶ τῆς δημοσίας τραπέζης τοῦ ἐψηφισμένου πα̣- | |
ραχρῆμα μὲν στατῆρας ἑκατόν, τὸ δὲ λοιπὸν ἔσχατον τῆι ὀγδόη<ι> ἱστα̣- | |
μένου τοῦ Ἀρτεμισιῶνος τοῦ ἐπὶ Κριτοβούλου. τὸ δὲ ἐκ τούτωμ πῖ- | |
15 | πτον ἐγγράφεσθαι μὲν τοὺς τραπεζίτας εἰς τοὺς τῶν ταμιῶν λό- |
γους, ἀποκαθιστάναι δὲ εἰς τὸν τῆς πόλεως. ἀντὶ δὲ τοῦ δοθέντος τῶι | |
δήμωι λαμβάνειν παρὰ τῆς πόλεως δραχμὰς τριάκοντα κατὰ μῆν[α] | |
τῶν δόντων ἕκαστον, ἕως ἂν ζῆι. δίδοσθαι δὲ τοῦτο καθ’ ἕκαστον ἔτος̣ | |
ὑπὸ τῶν ταμιῶν, γινομένης τῆς ἐξαιρέσεως καὶ δόσεως τοῦ ἀργυ- | |
20 | ρίου, καθότι καὶ τοῖς ἱερεῦσι καὶ νενικηκόσι τοὺς στεφανίτας ἀγῶνας |
ἐν τοῖς νόμοις συντέτακται. μὴ εἶναι δὲ τούτων μήτε ἀνατάκτηι ἀ- | |
φαίρεσιν ποιήσασθαι μήτε ἄλλωι μηθενὶ ἀντεισφοράν, ὡς δεῖ μὴ | |
ἐξαιρεῖσθαι ἢ ἔλασσον λαμβάνειν τοὺς δεδωκότας τοῦ ὡμολογη- | |
μένου καὶ κατακεχωρισμένου ἐν τῶιδε τῶι ψηφίσματι. ἐὰν δέ τις εἴπηι̣ | |
25 | ἢ προθῇ ἢ ἐπιψηφίσηι ἢ ὑπογραμματεὺς ἀναγνῶι ἢ γραμματεὺς ἀναγρά̣- |
ψηι, τά τε γραφθέντα ἄκυρα εἶναι καὶ ὀφείλειν ἕκαστον τῶν αἰτίων | |
στατῆρας χιλίους καὶ εἶναι ἄτιμον, ἕως ἂν ἐκτείσηι, καὶ μηθὲν ἧσ- | |
σον ἐξαιρεῖσθαι τὸ τεταγμένον ὑπὸ τῶν μετὰ ταῦτα γινομένων | |
ἀνατακτῶν. εἶναι δὲ καὶ ὑπόδικον ἕκαστον τῶν αἰτίων παντὶ τῶι ἀ- | |
30 | δικουμένωι τοῦ ἴσου πλήθ̣ους. τὰς δὲ ὑπὲρ τούτων δίκας γράφεσ- |
θαι πρὸς τοῖς εὐθύνοις ἀπρυτανεύτους, φέρειν δὲ τὸμ μισθὸν τῶι δι- | |
καστηρίωι τὸν ἀπενείκαντα τὴν δίκην, τὰς δὲ κρίσεις συντελεῖσ- | |
θαι μετὰ τὰς ἀντωμοσίας ἐν ἡμέραις πριάκοντα, τὰς δὲ προθεσ- | |
μίας ὑπάρχειν τὸν ἀεὶ χρόνον, τὸ δὲ ἐκ τῆς καταδίκης εἶναι τοῦ | |
35 | τὴν δίκην γραψαμένου. ἐὰν δὲ μὴ ἐξαιρῶσιν οἱ ἀνατάκται, ἔστωσαν |
καὶ οὗτοι ὑπόδικοι καὶ τἆλλα πρόστιμα κατ’ αὐτῶν ὑπαρχέτω κα- | |
τὰ ταὐτά. ἐὰν δὲ οἱ ταμίαι μὴ διδῶσιν τὸ τεταγμένον ἐν τῆι ὡρισ- | |
μένηι ἡμέραι, τά τε ἄλλα κατ’ αὐτῶν ὑπάρχειν κατὰ ταὐτὰ καὶ ἐνε- | |
χυρασίαν εἶναι κατὰ τῶμ μὴ δόντων πρὸς διπλάσιον ἐπὶ τοῦ ταμι- | |
40 | είου. τὰς δὲ ἐνεχυρασίας ἀναγραφέτω ὁ γραμματεὺς τῶν ταμιῶν ἐ- |
πάναγκες. τὰς δὲ λύσεις τῶν ἐνεχύρων γίνεσθαι ἐν ταῖς ἴσαις ἡμέ- | |
ραις, ἐν αἷς καὶ τοῖς τελώναις τοῖς ἐνεχυρασθεῖσιν ὑπὸ τῶν ταμιῶν | |
ἐν τῶι νόμωι συντέτακται. μὴ εἶναι δὲ μηδὲ ἐνεχυρασίαν ποιήσασ- | |
θαι μηθενὶ κατὰ τοῦ ἐξαιρουμένου σιτηρεσίου τρόπωι μηθενὶ μη- | |
45 | δὲ οἱ ἄρχοντες γραφέτωσαν, ἀλλ’ ὑπάρχειν αὐτοῖς τὰς δόσεις ἀ- |
κεραίους παρὰ τοῦ δήμου καὶ κυρίας, καθότι καὶ περὶ τῶν ἱερείων | |
καὶ νενικηκότων τοὺς στεφανίτας ἀγῶνας ἐν τοῖς νόμοις γέγρα̣ | |
πται. ἐὰν δέ τινες τῶν δόντων τῆι πόλει τὸ ἐκκείμενον πλῆθος ἐγλ̣[ί]- | |
π̣ωσι τὸμ βίον, τοῦ μὲν δοθέντος καὶ τοῦ ἐξαιρουμένου σιτηρεσίου | |
50 | ἀπολελύσθαι τὸν δῆμον, δίδοσθαι δὲ εἰς ταφὴν τοῖς προσήκουσιν ὑ- |
πὲρ ἑκάστου δραχμὰς ἑκατὸν πεντήκοντα, ὑπηρετεῖσθαι δὲ τοῦτο | |
ὑπὸ τῶν ταμιῶν, ἐφ’ ὧν ἂν ἕκαστοι τελευτήσωσιν ἀπὸ τῶν εἰς τὰ κα- | |
τὰ ψηφίσματα ἐξειρημένων. ἐὰν δὲ μὴ ὑπάρχῃ, ὑπηρετεῖμ μὲν | |
τοὺς ἀεὶ καθισταμένους τραπεζίτας, κομίζεσθαι δὲ παρὰ τῶμ μετὰ ταῦ- | |
55 | τα ταμιῶν ἐκ τοῦ αὐτοῦ πόρου. ἐὰν δέ τινες μὴ δῶσι πᾶν τὸ ἀργύρι- |
ον ἐ̣ν̣ τῶι εἰρημένωι χρόνωι, τό τε σιτηρέσιον αὐτοῖς μὴ ἐξαιρεῖσ- | |
[θ]αι καὶ τὸ προδεδομένον εἶναι τῆς πόλεως. ἄρχειν δὲ τῆς τοῦ σιτη- | |
[ρε]σίου δόσεως μῆνα Ταυρεῶνα τὸμ μετὰ Κριτόβουλον καὶ τοὺς ἀ- | |
[ν]ατάκτας καταχωρίζειν τοῦτο τὸ ἀνάλωμα πρῶτον μετὰ τὰ ἱε- | |
60 | [ρ]ά. ἀναγράψαι δὲ εἰς στήλην τό τε ψήφισμα τόδε καὶ τὰ ὀνόματα |
τῶν δόντων ἅπαν τὸ ἀργύριον καὶ ὑπὲρ ὧν ἂν δῶσιν καὶ ἀναθεῖνα̣[ι] | |
εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς τῆς | |
στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος καὶ τῶν ὀνομάτων | |
ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος. τὸ δὲ | |
65 | εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσαι τοὺς εἰρημένους ἐπὶ τῆς δημοσ[ί]- |
ας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποϊκὰ ἐξειρημένων. ταῦτα δὲ εἶ- | |
ν̣αι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως. ἔδοξε τῶι δήμωι εἰς λεύ- | |
[κ]ωμα ἀναγράψαι τὸ ψήφισμα. | |
B.69 | ἔδοξε τῶι δήμωι· γνώμη πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυ- |
70 | λακῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων. οἱ πρυτάνεις καὶ οἱ ἡιρημέ̣- |
[ν]οι ἐπὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· τὰ μὲν ἄλλα, καθότι πρότερον | |
ἐ̣ψήφισται· ἐὰν δέ τις ἕτερον ἀπογράψῃ ὄνομα τῶμ πολιτῶν ἢ πολιτ[ί]- | |
δων, δίδοσθαι αὐτῶι τὸ γινόμενον σιτηρέσιον ζώντων τῶν ἀπογεγραμ- | |
μένων. ἐὰν δὲ προεγλίπῃ ὁ ἀπογράψας, λαμβανέτω τῶν ἐφεξῆς | |
75 | χρόνων τὸ ἐξαιρούμενον ὁ ἀπογραφείς. ἀναγράψαι δ’ εἰς τὴν στήλη̣ν̣ |
καὶ τόδε τὸ ψήφισμα. ταῦτα δὲ εἶναι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως. | |
ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. | |
Πόσις Φανοδίκου ὑπὲρ Φανοδίκου τοῦ Πόσιος. Εὔβουλος Ἱεροκλείους | |
ὑπὲρ Ἀμφικτύονος τοῦ Εὐβούλου. Μητρόδωρος Ἡρακλείτου ὑπὲρ Ἡρακλε[ί]- | |
80 | του τοῦ Μητροδώρου. Ἀθήναιος Ζωπυρίωνος ὑπὲρ Ζωπυρίωνος τοῦ Ἀθη- |
ν̣αίου. Δαμασίας Ἀριστοφῶντος ὑπὲρ Βασιλίδος τῆς Δαμασίου. Πόρφυ- | |
ρ̣ος Μενεδήμου ὑπὲρ Διονυσίου τοῦ Πορφύρου. Πραξιάναξ Σωκράτου ὑπὲ[ρ] | |
[Β]ιτιάδος τῆς Πραξιάνακτος. Ἁβροτέρα Κλεοσθένου μετὰ κυρίου Ξενοθέμ̣[ι]- | |
ος τοῦ Λεοφῶντος ὑπὲρ Ἀθηναίου τοῦ Ἡρακλείτου. Μητροδώρα Ἀθηναγ[ό]- | |
85 | [ρ]ου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου ὑπὲρ Ἀθηναγόρου τοῦ Μέμνονο̣[ς]. |
Ζωπυρίων Ἀμύκλα ὑπὲρ Εὐκτήμονος τοῦ Ζωπυρίωνος. Μνησίθεος Ἱερο̣- | |
κ̣λείους ὑπὲρ Μνησιθέου τοῦ Δημητρίου. Ἑκαταῖος Φορμίωνος ὑπὲρ Θεμισ- | |
τείους τοῦ Ἑκαταίου, ὑπὲρ Εἰρηνία τοῦ Εἰρηνία κατὰ ποίησιν, κατὰ φύσιν δὲ Ἑκαταίου. | |
Ἡ̣ρώιδης Ζήνωνος ὑπὲρ Ἑκατωνύμου τοῦ Ἐπικράτου. Ἀρτέμων Παραμονίμου ὑπὲρ | |
90 | Β̣ότωνος τοῦ Ἀρτέμωνος καὶ Λαμπίτου τοῦ Ἀρτέμωνος. Ἑστιαῖος Παντα[ί]- |
[ν]ου ὑπὲρ Ἀπολλωνίδου τοῦ Μέμνονος. Ναννὼ Κλεοσθένου μετὰ κυρίου Ξενοθέμι- | |
[ος] τ̣οῦ Λεοφῶντος ὑπὲρ Φιλίσκου τοῦ Φιλίσκου. Θεοτιμίδης Εὐδήμου ὑπὲρ Βα- | |
․αίθιος τῆς Θεοτιμίδου. Πρώταρχος Ἀριστολόχου ὑπὲρ Φιλουμένης τῆς Ζωπ[ύ]- | |
[ρ]ου. Πρωταγόρας Ἡγελόχου ὑπὲρ Ἡγελόχου τοῦ Πρωταγόρου καὶ Ἀριστοφῶντος | |
95 | τοῦ Πρωταγόρου. Παγώνδης Ἰατροκλείους ὑπὲρ Παγώνδου τοῦ Εὐεστίου. Μενε̣- |
κ̣ράτης Μοσχίωνος ὑπὲρ Μητροδώρας τῆς Μενεκράτου. Σῖμος Ἀριστοφῶντος | |
ὑπὲρ Τιμοπόλιος τοῦ Λυγκέως κατὰ ποίησιν, κατὰ φύσιν δὲ Σίμου. | |
[Ἑ]στιαῖος Πανταίνου. Ἡρώιδης Ζήνωνος. Μολοσσὸς Νεοπτολέμου. | |
[Φ]ιλῖνος Μηδείου μετ’ ἐπιτρόπων Νέωνος τοῦ Μηδείου καὶ Ἐρωτίωνος | |
100 | τοῦ Λεωκέστορος. Πολυάλκης Δημητρίου. Ἰφικλῆς Ἱέρωνος. Ἀριστόδημος |
Φιλίσκου. Πελληνεὺς Προκρίτου μετ’ ἐπιτρόπου Ζευξίλεω τοῦ Προκρίτου. | |
Φιλουμένη Ἡραγόρου μετὰ κυρίου Ἐπικράτου τοῦ Βάτωνος. Σέλευκος | |
Μ̣νησιπτολέμου. Εὔδημος Ἀριστοκλείους. Ἀντιφάνης Διοφάντου. Μητρο- | |
δ̣ώρα Διοφάντου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου. Ἀμύντας Φιλώτου. |