Decree of demos honoring Knidos for loan of money; 282 BC:
*Milet I 3, 138; Migeotte, L’emprunt public no. 96.
[ ]
Milet I 3, 138
1 | ἔδοξε τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἐπισθένης Ἄλκιδος εἶπεν· |
ἐπειδὴ ὁ δῆμος ὁ Κνιδίων εὔνους καὶ φίλος ὢν τῶι δήμωι τῶι | |
Μιλησίων διατελεῖ, ἔν τε τοῖς ἄλλοις ἅπασι καιροῖς πρόθυμον αὑτὸγ | |
καὶ χρήσιμομ παρεχόμενος εἰς τὰ τῆς πόλεως συμφέροντα, καὶ νῦν | |
5 | ἀποστειλάντων ἡμῶμ πρεσβευτὰς Καλλικράτηγ καὶ Φίλιππον ὑπὲρ |
τῆς προεγγυήσεως καὶ τοῦ προδανεισμοῦ τῶν χρημάτων, ὧν δεῖ | |
ἀποδοῦναι ἡμᾶς βασιλεῖ Λυσιμάχωι εἰς τὴν δευτέραγ καταβολὴν, | |
ψήφισμά τε ἀπέσταλκεμ πρὸς ἡμᾶς περὶ τούτωγ καὶ οἱ πρέσβεις ἐξαγγέλλουσιν̣, | |
ὅτι ὁ δῆμος ὁ Κνιδίωμ περί τε τῆς προεγγυήσεως τοῖς προδανεισταῖς | |
10 | ἐψήφισται καὶ παρακέκληκεν τοὺς βουλομένους τὴγ χρείαμ παρέχεσθαι τῶι |
δήμωι τῶι Μιλησίων, ἀναδεχόμενός τε τοῖς προδανείζουσιγ καὶ ἐπαινῶν | |
αὐτοὺς καὶ πᾶσαμ προθυμίαγ καὶ εὔνοιαμ παρεχόμενος εἰς τὸ συν- | |
αχθῆναι τὰ χρήματα, τύχηι ἀγαθῆι, ἐψηφίσθαι Μιλησίοις, ἐπηινῆσθαι τὸν | |
δῆμον τὸγ Κνιδίων ἀρετῆς ἕνεκε καὶ εὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον̣ | |
15 | τὸμ Μιλησίων, καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι |
καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἐπιστάτας ἐπιμελεῖσθαι, περὶ ὧν ἂν | |
ἐπιστέλληι ὁ δῆμος ὁ Κνιδίων, εἶναι δὲ αὐτὸγ καὶ εὐεργέτην τοῦ δήμου | |
τοῦ Μιλησίων· ἐπηινῆσθαι δὲ καὶ τοὺς ἰδιώτας τοὺς προδανείζοντας τὰ | |
χρήματα καὶ χρείαμ παρεχομένους τῆι πόλει· ὅπως δὲ τιμηθήσεται ἥ τε πόλις | |
20 | ἡ Κνιδίωγ καὶ οἱ προδανείσαντες κατ’ ἀξίαν ἕκαστοι, ἑλέσθαι τὸν δῆμον |
συνέδρους ἑβδομήκοντα πέντε ἐξ ἁπάντωμ Μιλησίων, οἵτινες | |
συνεδρεύσαντες καὶ γράψαντες τὰς τιμάς αἷς δεῖ τιμηθῆναι τόν τε | |
δῆμον τὸγ Κνιδίωγ καὶ τοὺς δανείσαντας χρήματα τῆι πόλει εἰσ- | |
οίσουσιν εἰς τὴν ἐκκλησίαν, ἐν ἧι νόμιμόν ἐστιν βουλεύεσθαι τὸν δῆμον | |
25 | περὶ τῶν εὐεργετῶν· ὅπως δὲ καὶ ἡ ἀσφάλεια γίνηται τοῖς δανείζουσιν, |
ἑλέσθαι τὸν δῆμον ἑβδομήκοντα πέντε ἄνδρας τοὺς ἀναδεξομένου[ς] | |
καὶ τὰ βέβαια δώσοντας τοῖς δανεισταῖς ὑπὲρ τοῦ δήμου· ἀναγράψαι | |
δὲ τῶν δανεισάντων ἑκάστου τὰ ὀνόματα πατρόθεν καὶ τῆς πόλεως, | |
ἧς ἂν ἕκαστος ἦι, εἰστήλην λιθίνηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος προ[σ]- | |
30 | ἀναγράφοντας τὸ πλῆθος τοῦ ἀργυρίου, ὅσον ἂν ἕκαστος δανείζηι, καθότι τὸμ̣ |
προδανεισμὸμ ποιεῖται, καὶ ἐν ὧι χρόνωι ἑκάστωι ἡ κομιδὴ ἔσται. τοὺς δὲ | |
τειχοποιοὺς ἐπιμεληθῆναι καὶ ἀπομισθῶσαι τὴγ κατασκευὴν τῆς στήλης καὶ | |
τὴν ἀναγραφὴν τῶν ὀνομάτων· τὸν δὲ ταμίαν ὑπηρετῆσαι ἐκ τῶν τειχοποικῶν̣. | |
[ἵνα] δὲ καὶ ἡ πόλις ἡ Κνιδίων εἰδήσῃ τὰ ἐψηφισμένα, τοὺς πρέσβεις τοὺς πρότερο[ν] | |
35 | [αἱρ]εθέντας Καλλικράτηγ καὶ Φίλιππον τό τε ψήφισμα ἀποδοῦναι τῶι δήμωι |
τῶι Κνιδίωγ καὶ παρακαλεῖν αὐτὸμ τήν τε εὔνοιαγ καὶ τὴμ φιλίαν δια- | |
φυλάσσειν πρὸς τὴμ πόλιν τὴν ἡμετέραν τὸν ἀεὶ χρόνογ καὶ συνεπιμεληθῆν[αι], | |
ὅπως τὰ χρήματα εἰς τὴμ πόλιμ μετὰ ἀσφαλείας κομισθήσεται, κυρίους | |
δ’ εἶναι τοὺς πρεσβευτὰς ὑπὲρ τῆς πόλεως καὶ τῶν εἱρημένων προεγγύων̣ | |
40 | συγγραφομένους καὶ ποιοῦντας τὰ βέβαια τοῖς δανεισταῖς. ἔδοξε τῶι |
δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. | |
vacat oἵδε ἐπηγγείλαντο προεγγυήσεσθαι· | |
I.43 | Ἀχαιὸς Κράτητος |
Ἀντήνωρ Ξενάρους | |
45 | Ἀπολλόδοτος Ἀπολλωνίου |
Πειθένους Θαρσαγόρου | |
Κ̣αλλικράτης Ζωπύρου | |
Φ̣ίλιππος Σωσιστράτου | |
Λύκος Ἀπολλοδότου | |
50 | Διονύσιος Μαιανδρίου |
[Ἀ]ριστόλοχος Ἀριστολόχου | |
Π̣ρωταγόρας Πυρράνδρου | |
Ἡ̣γέλοχος Πρωταγόρου | |
Ἑκαταῖος Λυκομήδους | |
55 | Βηβιλεὺς Πασικλέους |
Ἀξίοχος Κτησιόχου | |
Φ̣ανόδικος Πιθήκου | |
Ἐπίλυκος Δεξικράτους | |
Φιλίσκος Δεξικράτους | |
60 | Β̣άβων Πυρράνδρου |
[Θρ]ασύνικος Θαρσαγόρου | |
[․․]ω̣ν Λαμπίτου | |
[Ἐπί]νικος Ἑστιαίου | |
[Ἐχ]έβουλος Λίχα | |
65 | [Σώ]πολις Ποσειδίππου |
[Ἡ]γέστρατος Εὐρυφῶντος | |
[Δ]ημήτριος Φιλιστίδου | |
II.43 | Ζώπυρος Πόσιος |
Σίμων Ζωπύρου | |
45 | Ἡράκλειτος Ἀρίστωνος |
Λεύκων Θεογνήτου | |
Εὐανδρίδης Ἐπικούρου | |
Πολύξενος Ἀριστείδου | |
Ἀλέξιππος Σίμου | |
50 | Αἰσχύλος Πανταίνου |
Ἡράκλειτος Ταυρίσκου | |
Πραξιάναξ Νικοφῶντος | |
Μεγακλῆς Ἀρισταγόρου | |
Ἡγήτωρ Λεόφρονος | |
55 | Θήραιος Ξενοθέμιος |
Βάβων Πισαίου | |
Αἰδοῦχος Αἰδούχου | |
Ἀρισταγόρας Φιλήμονος | |
Ἀνδρέας Εὐαγγέλου | |
60 | Πυθῶναξ Ἐπικράτους |
Ἀριστοφῶμ Μιννίωνος | |
Κύδιμος Κυδίμου | |
Ἀλκίμαχος Ζωπύρου | |
Φιλίσκος Ἀναξιλέω | |
65 | Λεωσθένης Λεωκέστορος |
Θεόδωρος Βάτωνος | |
Πολύξενος Ἀντιπάτρου | |
III.43 | Ἀγλώμανδρος Πεισικράτο̣[υς] |
Βουτᾶς Βουτᾶδος | |
45 | Σωσίστρατος Μητροδώρο[υ] |
Ἀγέρωχος Ἀθηναίου | |
Βάβων Ἀθηναιου | |
Αὐτοφῶν Αὐτοκλέου[ς] | |
Ἑστιαῖος Λεωδάμαντο̣[ς] | |
50 | Λὐκος Ἀνδροτέλους |
Ἀθηναῖος Δαμέω | |
Μνησέας Σωσιστράτου̣ | |
Ἐπίφρων Θεοδέκτου | |
Θηρίων Ἡγησιάνακτος | |
55 | Στῆρις Στήριος |
Ἡλιόδωρος Ἀπολλωνίο̣[υ] | |
Ἡραγόρας Εὐκτήμονος | |
Ποσειδώνιος Ἀριστέως | |
Κλεόστρατος Φιλοκρέο[ντος] | |
60 | Διόθεμις Εὐκράτους |
Ποσειδώνιος Ἀρκεσίλα̣ | |
Χάρισος Δάμωνος | |
Δαμῆς Δάμωνος | |
Βασιλείδης Νικοφῶντος̣ | |
65 | Βουταλῖνος Προκρίτου |
Ποσειδιππος Ἀθηνοκρίτ[ου] | |
Μενεσθεὺς Ἰφικράτου[ς.] | |
vacat οἵδε ἐδάνεισαγ Κνιδίωμ Μιλησίοις ἀργυρίου Ῥοδίου· | |
vacat Σίφος Ἀκροτέλευς, Τιμοδάμας Λαχάρτου δραχμὰς ἑξακισχιλίας. | |
70 | vacat Φ̣ιλόφρων Φιλίστα καὶ Ἄρχιππος Τιμαιθίου δραχμὰς τρισχιλίας. |
vacat Δ̣ιότιμος καὶ Μελλῖνος Ἀγαθοβούλου καὶ Τιμᾶς Τιμᾶ δραχμὰς ἑξακισχιλ̣[ίας]. | |
vacat [Κ]λεισίλοχος Ἀναξιππίδα δραχμὰς δισχιλίας. | |
vacat [Ἀ]ντίγονο̣ς̣ Ἐπιγόνου δραχμὰς ἑξακισχιλίας. | |
vacat [Θ]εσσαλάκων Καλλίππου δραχμὰς τρισχιλίας. | |
75 | vacat [Σ]τιφολαΐδας Ἀκροτάτου δραχμὰς δισχιλίας. |
vacat [Ἀ]ντικράτης καὶ Φιλοκράτης Ἐπικράτους δραχμὰς τρισχιλίας. | |
vacat [Μ]ένιππος Ἀπολλοδώρου δραχμὰς τρισχιλίας. | |
vacat [Ε]ὐφραγόρας Κλευμένης Κλεύμβροτος Φιλίστα δραχμὰς τρισχιλίας. | |
vacat [Κ]αλλικλῆς Ἀθηνοκρίτου Ἁλικαρνασσεὺς δραχμὰς ἑξακισχιλίας. | |
80 | vacat [Ἀ]θηνόδωρος Θεοδώρου Κυρηναῖος δραχμὰς μυρίας δισχιλίας. |
vacat οὗτοι ἐδάνεισαν τρία ἔτη· ἄρχει τοῦ δανείου μεὶς Ἀρτεμισιὼν | |
vacat ἐ̣π’ Ἀλεξίππου· τ̣όκος τῆς μνᾶς ἑκάστης ἑκάστου μηνὸς τρεῖς ὀβολ[ο]ί. | |
vacat [οἵ]δε ἄτοκον ἐδάνεισαν ἐνιαυτόν· Ἀνθαγόρας Κλέωνος δραχμὰς ἑξακισχιλίας. | |
vacat [Β]ο̣υλαρχίδας Ἀρχιπ[ό]λιος δραχμὰς ἑξακισχιλίας. | |
85 | vacat [Ἐ]π̣ικύδης Θεάνου δραχμὰς τετρακισχιλίας. |
vacat [Νί]κανδρος Συμμάχου Ἁλικαρνασσεὺς δραχμὰς δισχιλίας. | |
vacat [τ]ὸ πᾶν Ῥοδίου τάλαντα δεκαδύο μναῖ δέκα. |