Decree praising Seleukeia (=Tralles) and granting it
isopolity; 212***/211*** BC: *Milet I 3, 143A (PH);
Staatsverträge III 537I; SEG 37, 982.
[ ]
Milet I 3, 143A
0 | {²Several lines at beginning missing.}² |
[․․․․․․․․c.20․․․․․․․․ ἐμφανίζο]ν̣τες π̣[ερὶ τῶν πρότερον ὑπαρ]- | |
[χόντων ταῖς πόλεσιν ἀμφοτέραις] πρὸς αὑτὰς φιλανθ̣ρ̣[ώπων, καὶ] | |
[νῦν? Σελευκεῖς διὰ προγόνων ο]ἰκ̣είως χρώμενοι τῶ̣ι δήμ̣[ωι τῶι] | |
[Μιλησίων διὰ τὴν ἀπὸ τοῦ θεοῦ] συγγένε̣ι̣α̣ν τετιμήκασι τὸν δῆ̣- | |
5 | [μον καὶ ἀπεστάλκασιν πρεσβε]υ̣τὰς Μηνόδω̣ρον Τιμέου, Ἀντιγένην̣ |
[․․․․․․․c.18․․․․․․․ Παυσα]νίου, Ἀριστ[έ]α̣ν Παυσανίου, Διονύσιον | |
[ἐμφανιοῦντας τὴν αἵρεσιν αὐτ]ῶν κατὰ μέρος, ἣν ἔχουσι πρὸς τὸ πλῆθος | |
[τὸ Μιλησίων, καὶ βουλόμενοι] τ̣ιμᾶν καὶ τὸν Ἀπόλλω τὸν Διδυμῆ, εἰς ὃν ἀναφέ- | |
[ρουσιν καὶ τὴν ἀρχὴ]ν̣ τῆς πρὸς τὴμ πόλιν συγγενείας, ἐψηφισμένοι | |
10 | [εἰσὶ πέμπειν θε]ω̣ροὺς τοὺς συντελέσοντας καθ’ ἕκαστον ἔτος πομπὴν̣ |
[καὶ θυσίαν καὶ ἄ]λ̣λας τιμὰς μετὰ πάσης σπουδῆς καὶ φιλοτιμίας· | |
[ὅπως οὖν] ὁ δῆμος φαίνηται συναντῶν προσηκόντως τοῖς προ- | |
[σενηνεγ]μ̣ένοις πρός τε τὸ θεῖον εὐσεβῶς καὶ πρὸς τὴμ πόλιν εὐ- | |
[νοϊκῶς κ]αὶ μεταδιδοὺς αὐτοῖς τῶμ παρ’ αὑτῶι τιμίων, δεδόχθαι Μιλησίοις· | |
15 | [ἐπη]ι̣ν<ῆ>σθαι μὲν Σελευκεῖς αἱρέσεως ἕνεκεν καὶ εἶναι ἐν ἐπιμελείαι |
[πα]ρὰ τῆι βουλῆι καὶ τῶι δήμωι, δέχεσθαι δὲ καὶ τὰς ἐψηφισμένας | |
[ὑ]π’ αὐτῶν τιμὰς μετ’ εὐνοίας, δεδόσθαι δὲ καὶ πολιτείαν Σελευκεῦσι | |
τοῖς νέμουσι πατρίδα καὶ πόλιν Σελεύκειαν ἕως εἰς στεφανηφόρον | |
Ἐπικράτην καὶ μῆνα Ταυρεῶνα· εἰ δέ τινες κατὰ δόγμα τοῦ δήμου πολῖται | |
20 | γεγένηνται, μὴ ἔνεμον δὲ τὴν Σελευκείων πόλιν, ἢ ἐάν τισιν μετὰ ταῦτα |
δοθῆι παρ’ αὐτοῖς πολιτεία, ὑπάρχειν τούτοις καὶ τὴμ παρ’ ἡμῖν πολιτείαν νεί̣- | |
μασι πρότερον πατρίδα καὶ π̣όλιν Σελεύκειαν ἔτη δέκα ἀπὸ τῆς πρὸς τὸ | |
πολίτευμα προσγραφῆς. ὁπόσοι δ’ ἂν αὐτῶν αἱρῶνται μεθ’ ἡμῶν συμπολιτεύεσ- | |
θαι καὶ μετέχειν ἱερῶν καὶ ἀρχείων καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ καὶ τοῖς ἄλλοις | |
25 | μέτεστι Μιλησίοις, ποιείσθωσαν τὴν ἀπογραφὴν ἐπὶ τὸ τῆς βουλῆς ἀρχεῖον ἀν’ ἕ- |
καστον ἔτος ἕως τῆς εἰκάδος τοῦ μηνὸς τοῦ Ἀνθεστηριῶνος πατρόθεν κ[αὶ] | |
ἧς ἂν ὦσι φυλῆς· ὁ δὲ γραμματεὺς εἰσαγγελλέτω εἰς τὴμ πρώτην ἐκλησίαν μετὰ | |
τὴν ἀπογραφήν· οἱ δὲ πρυτάνεις ἐπικληρούτωσαν αὐτούς, ἐφ’ ἃς ἂν ὁ δῆμος | |
ἀποδείξηι φυλάς. τοὺς δὲ προσιόντας πρὸς τὴμ πολιτείαν τῶμ μὲν ἄλλων παρα̣- | |
30 | χρῆμα μετέχειν πάντων, φυλακὴν δὲ καὶ φρουραρχίαν συγκληροῦσθαι διελ- |
θόντων ἐτῶν δέκα ἀφ’ ἑκάστης ἐπικληρώσεως. ἐὰν δέ τις πολιτεύηται | |
παρὰ τόδε τὸ ψήφισμα, εἶναι αὐτὸν ὑπεύθυνον τῆι τε ἐμ μολποῖς ἐνστάσει καὶ | |
τῆι δίκηι τῆς ξενίας κατὰ τοὺς νόμους. ἵνα δὲ τὰ δόξαντα τοῖς δήμοις περὶ | |
τῆς εἰς αὑτοὺς φιλανθρωπίας διαμνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγρά- | |
35 | ψαι τὰ ψηφίσματα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος |
τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τῶν ψηφισμά̣- | |
των ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος· εἰς δὲ ταῦτα ὑπη̣- | |
ρετῆσαι τοὺς ἐπὶ τῆς δημοσίας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποϊκὰ ἐξειρημ̣[έ]- | |
νων. ἵνα δὲ ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ μὲν προφήτη[ν] | |
40 | καὶ τὸν ταμίαν τὸν παρεδρεύοντα ἐν τῶι ἱερῶι θυσίας καὶ προσόδους ἱερῶν ποι̣- |
ήσασθαι τὰς νομιζομένας τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ, τὸν δὲ στεφανηφόρον μετὰ̣ | |
τῶν προσε̣τ̣αίρων τῶι Ἀπόλλωνι τῶι Δελφι̣νίωι, ἐπευχομένους συνενεγκεῖν τὰ [ἐ]- | |
ψηφισμένα ταῖς πόλεσιν ἀμφοτέραις. τοὺς δὲ πρεσβευτὰς καλέσαι εἰς τὸ πρυτανεῖον̣, | |
ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξ̣έ̣ν̣ι̣α̣, τ̣ῆ̣ς̣ [δὲ] ἀ̣π̣ο̣σ̣τ̣ολῆς ἐπιμεληθῆναι τοὺς πρυ- | |
45 | τάνεις καὶ τοὺς ἡιρημένους ἐπὶ τῆι φυλακῆι. vacat |