Decree of demos regulating relations with Kios; c. 228***
BC?: *Milet I 3, 141 (PH); **NBeitr 6, 62 (l. 29); SEG 1, 436;
SEG 4, 429; SEG 37, 982, 985.
[ ]
Milet I 3, 141
1 | γνώμη συνέδρων τῶν αἱρεθέντων, Εὐδώρου τοῦ |
Σαμιάδου, Ἀντήνορος τοῦ Εὐανδρίδου, Αὐτοκράτου | |
τοῦ Ἡγήμονος, Σαμίου τοῦ Ἀνδρίου, Λαοδήμου τοῦ | |
Λαέρτου, Τιμοπόλιος τοῦ Ἡφαιστίου, Ποσειδωνίου τοῦ | |
5 | Βοήθου, Λίχαντος τοῦ Ἑρμοφάντου, Διονυσίου τοῦ |
Ποσειδωνίου, Πασικλείους τοῦ Βηβιλέως· εἶπαν· ἐπειδὴ | |
Κιανοὶ ἄποικοι ὄντες τῆς πόλεως καὶ διαφυλάσσον- | |
τες τὴμ πρὸς τὸν δῆμον φιλίαν ἀπέστειλαν ἱεροποι- | |
οὺς Νίκανδρον καὶ Φιλιππίδην ψήφισμα κομίζοντας, | |
10 | ἐν ὧι ἀπολογισάμενοι τοὺς πολέμους τοὺς κατασχόν- |
τασ αὐτῶν τὴγ χώραν καὶ τὰς δαπάνας τὰς εἰς ταῦ- | |
τα γινομένας ἀξιοῦσιν εἰς τὰς φιάλας, ἃς προσοφείλου- | |
σιν τῶι θεῶι, ἀφεθῆναι, ὅσας ἂν δυνατὸν ἦι, καὶ οἱ ἱεροποιοὶ | |
δὲ οἱ ἥκοντες παρὰ Κιανῶν περί τε τούτων διελέγησαν | |
15 | ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις καὶ ἐμφα- |
νίσαντες τὰ οἰκεῖα καὶ φιλάνθρωπα τὰ ὑπάρχοντα κοινῆι τε | |
τῶι δήμωι ἐγ Κίωι καὶ ἰδίαι τὰ γινόμενα τοῖς ἀφικνουμέ- | |
νοις Μιλησίων ἐμνήσθησαμ περὶ πολιτείας, ὅπως ὑπάρχη<ι> | |
Κιανοῖς ἐμ Μιλήτωι, προσήκει δὲ τῶι δήμωι κτίστηι ὄντι | |
20 | τῆς ἀποικίας καὶ τὴν εἰς τοὺς οἰκείους εὔνοιαν ἐμ παν̣- |
τὶ καιρῶι ἀποδεικνυμένωι μὴ ἀφίστασθαι τοῦ συμφέροντο[ς], | |
ἀλλ’ ἐπιμέλειαμ ποιήσασθαι τῶν ἀποίκων τὴμ προσήκου- | |
σαν· ἐψηφίσθαι Μιλησίοις ἀποκρίνασθαι Κιανοῖς περὶ μὲν τῶμ̣ [φι]- | |
αλῶν, ὧν ἀξιοῦσι τὴν ἄφεσιγ γενέσθαι, διότι, εἰ μὲν μὴ συνέβαινε | |
25 | καὶ αὐτοὺς τεθλῖφθαι διὰ τοὺς πολέμους καὶ τὰς ἀφορίας τὰς |
κατασχούσας τὴγ χώραν, ἔτι δὲ καὶ ἀδύνατον εἶναι τὴν ἄφε̣- | |
σιμ ποιήσασθαι τὸν δῆμον τῶγ γινομένων ἀπαρχῶν τῶ[ι θε]- | |
ῶι διὰ τὸ τὸν νόμον τὸμ περὶ τούτων ὑπάρχοντα κωλύειν, ἐ- | |
πεὶ πᾶν τὸ δυνατὸν ἂν ἔ<π>ρα<ξ>εν εἰς τὸ συντελεσθῆναι Κιανοῖς | |
30 | τὰ περὶ τούτων ἀξιούμενα, νυνὶ δὲ ἐπιχωρεῖ αὐτοῖς ποιήσασ- |
[θ]αι τὴν ἀποκατάστασιν τῶν ὀφειλομένων φιαλῶν. ἐπειτὰν̣ | |
φαίνηται αὐτοῖς κατὰ καιρὸν εἶναι. περὶ μέντοι τῶν ἐφεξῆς | |
ο̣ἴεται δεῖν ὁ δῆμος γίνεσθαι τὰς ἀπαρχὰς τῶι θεῶι κατὰ τὰ ὑπὸ | |
[τῶ]μ προγόνων συγκείμενα. τὴν δὲ πολιτείαν δεδόσθαι Κιανοῖς, | |
35 | [κ]α̣θότι ἐμνήσθησαν οἱ ἱεροποιοί, ὅπως ὁ δῆμος φαίνηται ἐπὶ πλε̣[ῖ]- |
ον τὴν οἰκειότητα διατηρῶν καὶ ἀκόλουθα πράσσων τῆι τῶμ προγό̣- | |
νων αἱρέσει· ἵνα δὲ τοῖς προαιρουμένοις Κιανῶν μετέχειν τῆ[ς] | |
πολιτείας γίνηται τὰ ὑπὸ τοῦ δήμου δεδομένα, ἐπιμελεῖσθ[αι] | |
τοὺς πρυτάνεις καὶ ἐπικληροῦν αὐτοὺς ἐπὶ τὰς φυλάς, ἐὰν̣ | |
40 | ἀπομαρτυρῶσιν αὐτοῖς Κιανοὶ μετὰ ψηφίσματος, ὅτι εἰσὶν |
αὐτῶμ πολῖται· παρακαλεῖ δὲ ὁ δῆμος Κιανοὺς μνημονεύον̣- | |
τας τῶγ γινομένων αὐτοῖς φιλανθρώπων τήν τε πρὸς τὸν θεὸν̣ | |
εὐσέ{ι}βειαν {²⁶εὐσέβειαν}²⁶ διατηρεῖν καὶ τὴν οἰκειότητα ἐπὶ πλεῖον αὔξειν ἐπα- | |
κολουθοῦντας τῆι τῶμ προγόνων αἱρέσει. οὕτω γὰρ καὶ παρὰ τοῦ | |
45 | δήμου πολλῶι μᾶλλον ὑπάρξει αὐτοῖς πάντα τὰ φιλάνθρωπα̣ |
[κ]αὶ ἐν οὐθενὶ λειφθήσονται τῶν συμφερόντων αὐτοῖς καθότι καὶ̣ | |
[ἐ]ν τῶι πρότερον χρόνωι· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην̣ | |
λ̣ιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλων[ο]ς τοῦ Δελφινί̣- | |
ου· τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψη- | |
50 | φίσματος ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς καὶ τὸν ἀρχιτέκ̣τ̣[ο]- |
να· τὸ δὲ ἀνάλωμα τὸ εἰς ταῦτα δοῦναι τοὺς ἡιρημένους ἐπὶ τῆ̣[ς] | |
δημοσίας τραπέζης ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς εἰς τὰ τειχο̣- | |
ποϊκά· καλέσαι δὲ τοὺς ἱεροποιοὺς καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυταν̣[εῖ]- | |
ον. ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα. |