Decree of demos making provisions for perpetuating philia
and symmachia with King Ptolemy (II); c. 262/260 BC: *Milet I 3,
139C; **Wilhelm, MDAI(A) 39, 1914, 186-7 (l. 44); SEG 4, 428 (see
52, 62).
[ ]
Milet I 3, 139C
22 | ἔ̣δοξε τῶι δήμωι· γνώμη ἐπιστατῶν· Πειθένους Θαρσαγ̣ό̣ρ̣ου εἶπεν· τὰ |
μὲν ἄλλα καθότι ἡ βουλὴ ἐψηφίσατο· ἐπειδὴ τοῦ δήμου καὶ πρότερον ἑλ[ο]- | |
μένου τὴμ φιλίαν καὶ τὴν συμμαχίαν τὴμ πρὸς τὸν θεὸν καὶ σωτῆρ[α] | |
25 | Π̣τολεμαῖον συνέβη τήν τε πό[λιν] εἰς εὐδαιμονίαν καὶ ἐπιφάνειαν ἐλθεῖν καὶ τ[ὸν] |
δ̣ῆμον πολλῶγ καὶ μεγάλων ἀγαθῶν ἀξιωθῆναι, δι’ ἃς αἰτίας ἐτίμησεν | |
α̣ὐτὸν ὁ δῆμος ταῖς μεγίσταις καὶ καλλίσταις τιμαῖς, διαδεξάμενός τε | |
τὴμ βασιλείαν ὁ υἱὸς αὐτοῦ βασιλεὺς Πτολεμαῖος καὶ ἀνανεωσάμενος | |
τήν τε φιλίαν καὶ συμμαχίαν τὴμ πρὸς τὴμ πόλιν πᾶσαν πεποίηται | |
30 | σπουδὴν ὑπὲρ τῶν συμφερόντων πᾶσι Μιλησίοις χώραν τε ἐπιδιδοὺς καὶ |
τὴν εἰρήνην παρασκευάζων τῶι δήμωι καὶ τῶν ἄλλων ἀγαθῶν πα- | |
[ρ]αίτιος γινόμενος τῆι πόλει, καὶ νῦμ πολέμων καταλαβόντων πολλῶ[ν] | |
κ̣αὶ μεγάλων ἡμᾶς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῶν [ἐ]ν̣α̣ν̣τίων ἐ[πι]- | |
π̣λευσάντων ἐπὶ τὴμ πόλιν ἡμῶν πυθόμενος ὁ βασιλεὺς τὸν δῆμον εύγε- | |
35 | ν̣ῶς ἐμμεμενηκότα τῆι πρὸς αὐτὸμ φιλίαι καὶ συμμαχίαι ἀποστείλας |
γ̣ράμματα καὶ πρεσβευτὴν Ἡγέστρατον ἐπαινεῖ τὸν δῆμον ἐπὶ τῆι αἱρέσει | |
καὶ ἐπαγγέλλεται τὴμ πᾶσαν ἐπιμέλειαν ποιήσεσθαι τῆς πόλεω̣σ̣ κ̣α̣ὶ̣ ἀ[μυ]- | |
ν̣εῖσθαι ταῖς εὐεργεσίαις ἐπὶ πλεῖον, παρακαλεῖ δὲ καὶ εἰς τ̣[ὸ λ]ο̣ι̣π̣ὸν διαφυ- | |
[λ]άσσειν τὸν δῆμον τὴμ πρὸς αὐτὸμ φιλίαν, παρα̣π̣λ̣ή̣σ̣ια δὲ καὶ ὁ πρεσβε[υ]- | |
40 | [τ]ὴ̣ς Ἡγέστρατος ἐνεφάνισεν ὑπὲρ τῆς̣ ε̣ὐ̣[νοί]α̣ς̣, ἣν ἔχει ὁ βασιλεὺς εἰς τὴμ̣ |
[π]όλιν· δεδόχθαι τῶι δ̣ή̣μ̣ω̣ι̣ τ̣ὸ̣μ̣ μ̣[ὲν] β̣α̣σ̣ι̣λέα Πτολεμαῖον ἐπηινῆσθαι, δ[ιότι] | |
ἐ̣μ παντὶ καιρ̣[ῶι τ]ὴ̣ν̣ αὐ̣τ̣ὴν αἵρεσιν ἔ[χ]ει περὶ τῶν συμφερόντων τῆι πόλε[ι· ἵνα] | |
δ̣ὲ κ[αὶ εἰς τ]ὸ λοιπὸν ὁ δῆμος φαίνηται πρόθυμον αὑτὸμ παρεχόμενος τῶι τ[ε] | |
[υἱῶι κ]αὶ αὐτῶι, παρακεκλῆσθαι μὲν τοὺς πολίτας ἅπαντας καὶ ἔνορκον αὐ- | |
45 | [τ]ο̣ῖς εἶναι διαφυλάξειν τὴμ φιλίαν καὶ τὴν συμμαχίαν τὴν ὑπάρχουσαν |
[τ]ῆι πόλει πρὸς τὸμ βασιλέα Πτολεμαῖον καὶ τοὺς ἐκγόνους αὐτοῦ τὸν ἀεὶ | |
χ̣ρόνον· ὀμνύειν δὲ καὶ τοὺς ἐφήβους τοὺς ἀεὶ γινομένους, ἐπειτὰν̣ ἐ̣π̣[ικ]ο̣[σ]- | |
[μ]ηθ̣έντες καὶ τὰ νομιζόμενα συντελέσαντες ἀπολύωνται ἐκ τοῦ γυμν̣[α]- | |
σίου ἐμμενεῖν τοῖς ὑπὸ τοῦ δήμου κυρωθεῖσιν καὶ διατηρήσειν τὴμ φιλία[ν] | |
50 | [κ]αὶ τὴν συμμαχίαν τὴμ πρὸς τὸμ βασιλέα Πτολεμαῖον καὶ τοὺς ἐκγόν̣[ους] |
[α]ὐτοῦ. ὅπως δὲ εἰς ἅπαντα τὸγ χρόνον μνημονεύηται ἡ τοῦ βασιλέως πρὸς τὴμ π̣[όλιν] | |
[αἵρ]ε̣σις καὶ ἡ τοῦ δήμου πρὸς τὸμ βασιλέα εὔνοια, ἀναγράψαι τὸ ψήφισμα τόδε κα[ὶ] | |
[τὴ]ν̣ ἐπιστολὴν εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερ[ὸ]ν̣ τοῦ Ἀπόλλωνος παρὰ τὴ̣[ν] | |
[εἰκόν]α τὴμ Πτολεμαίου τοῦ θεοῦ καὶ σωτῆρος· τὴν δ’ ἐργασίαν τῆς στήλης | |
55 | [κα]ὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος καὶ τῆς ἐπιστολῆς ἀπομισθῶσαι τοὺς |
[τ]ε̣ιχοποιούς, τὸ δὲ ἀνάλωμα δοῦναι τοὺς ἡιρημένους ἐπὶ τῆι φυλακῆι ἐ̣κ̣ τῶν̣ | |
[τ]ε̣ιχοποϊκῶν· κομίζειν δὲ τῶι βασιλεῖ τὸ ψήφισμα τοὺς πρέσβεις τοὺς πρότερ[ον] | |
[α]ἱρεθέντας ὑπὸ τοῦ δήμου. ἔδοξε τῶι δήμωι καὶ εἰς λεύκωμα ἀναγράψ[αι] | |
τ̣ὸ ψήφισμα. |