Decree of demos accepting philia with Sardis and
establishing eisaphixis between the two cities; before 334 BC?,
or possibly soon after: *Milet I 3, 135; Syll3 273;
Staatsverträge III 407; SEG 37, 982.
[ ]
Milet I 3, 135
1 | ἔδοξε τῶι δήμωι· γνώμη |
συνέδρων· Βότης εἶπεν· | |
δέχεσθαι τὴν φιλίην, ἣν | |
ἐπαγγέλλονται Σαρδιη- | |
5 | νοὶ Μιλησίοις· ἐψηφίσθαι |
δὲ τῶι δήμωι εἶναι Σαρδιηνῶν̣ | |
τῶι βουλομένωι εἰσάφιξιν | |
ἐς Μίλητον ἀσυλε̣ὶ καὶ ἀσπον̣- | |
δεὶ καὶ ἐσπλέοσι καὶ ἐκπλέοσι | |
10 | καὶ αὀτοῖς καὶ ὅσα ἂν ἔχον- |
τες εἰσ{αγ}άγωνται {²⁶εἰσάγωνται}²⁶ ἢ ἐξάγων- | |
ται· εἶναι δὲ καὶ Μιλησίων τῶι | |
βουλομένωι εἰσάφιξιν ἐς Σάρ- | |
δισ καὶ ἀσφάλειαν κατὰ τὰ αὀ- | |
15 | τά· ἐπιμέλεσθαι δὲ Σαρδιηνῶμ |
μὲν ἐμ Μιλήτωι τοὺς πρυτά- | |
νεις τοὺς ἀεὶ ἐνεστηκότας, ὅ- | |
πως τά τε ἐψηφισμένα αὀτοῖς | |
καλῶς ἕξει καὶ μὴ ἀδικήσονται | |
20 | μήτε αὀτοῦ μένοντες μήτε |
ἀπαλλασσόμε̣νοι· ἐς Σάρδισι | |
δὲ ἐπιμελε͂σθαι Μιλησίων, οὓ- | |
ς ἂν ἀποδέξωσι Σαρδιηνοὶ ἑαο- | |
τῶν· ἐπιπέμψαι δὲ τοὺς Σαρδιη- | |
25 | νοὺς ἄγγελον παρ’ ἡμέας καὶ ση- |
μῆναι ἡμῖν, οὓς ἂν ἕλωνται, ὅπως | |
εἰδέωμεν τοὺς ἀποδεδεγμένους. | |
τὸ δὲ ψήφισμα ἀναγράψαι ἐς στή- | |
λην λιθίνην καὶ στῆσαι ἐς τὸ ἱερὸν | |
30 | τοῦ Ἀπόλλωνος· τοὺς δὲ τειχοπό- |
ας ἀπομισθῶσαι. ὁ δὲ ταμίας ὑπη- | |
ρετησάτω. προσαναγράψαι δὲ ἐς | |
τὴν στήλην τὰ ὀνόματα τῶν ἀν- | |
δρῶν, οὓς ἂν ἀποδέξωσι Σαρδιη- | |
35 | νοὶ ἐπιμέλεσθαι ἡμέων. πέμψαι δὲ |
καὶ ξένια τῶι ἀγγέλωι τοὺς στρατη̣- | |
γοὺς ὑπὲρ τῆς πόλεως. οἵδε ἡιρέ- | |
θησαν Σαρδιηνῶν κατὰ τὸ ψήφι- | |
σμα· Πότας Πάπεω, Ἀρτίμης Παγτύω̣, | |
40 | Ἄττις Παγτύω, ὁ ἱέρεως τοῦ Διονύ̣- |
σο. vacat |