Decree of demos accepting philia with Sardis and
establishing eisaphixis between the two cities; before 334 BC?,
or possibly soon after: *Milet I 3, 135; Syll3 273;
Staatsverträge III 407; SEG 37, 982.
[ ]
Milet I 3, 135
| 1 | ἔδοξε τῶι δήμωι· γνώμη |
| συνέδρων· Βότης εἶπεν· | |
| δέχεσθαι τὴν φιλίην, ἣν | |
| ἐπαγγέλλονται Σαρδιη- | |
| 5 | νοὶ Μιλησίοις· ἐψηφίσθαι |
| δὲ τῶι δήμωι εἶναι Σαρδιηνῶν̣ | |
| τῶι βουλομένωι εἰσάφιξιν | |
| ἐς Μίλητον ἀσυλε̣ὶ καὶ ἀσπον̣- | |
| δεὶ καὶ ἐσπλέοσι καὶ ἐκπλέοσι | |
| 10 | καὶ αὀτοῖς καὶ ὅσα ἂν ἔχον- |
| τες εἰσ{αγ}άγωνται {²⁶εἰσάγωνται}²⁶ ἢ ἐξάγων- | |
| ται· εἶναι δὲ καὶ Μιλησίων τῶι | |
| βουλομένωι εἰσάφιξιν ἐς Σάρ- | |
| δισ καὶ ἀσφάλειαν κατὰ τὰ αὀ- | |
| 15 | τά· ἐπιμέλεσθαι δὲ Σαρδιηνῶμ |
| μὲν ἐμ Μιλήτωι τοὺς πρυτά- | |
| νεις τοὺς ἀεὶ ἐνεστηκότας, ὅ- | |
| πως τά τε ἐψηφισμένα αὀτοῖς | |
| καλῶς ἕξει καὶ μὴ ἀδικήσονται | |
| 20 | μήτε αὀτοῦ μένοντες μήτε |
| ἀπαλλασσόμε̣νοι· ἐς Σάρδισι | |
| δὲ ἐπιμελε͂σθαι Μιλησίων, οὓ- | |
| ς ἂν ἀποδέξωσι Σαρδιηνοὶ ἑαο- | |
| τῶν· ἐπιπέμψαι δὲ τοὺς Σαρδιη- | |
| 25 | νοὺς ἄγγελον παρ’ ἡμέας καὶ ση- |
| μῆναι ἡμῖν, οὓς ἂν ἕλωνται, ὅπως | |
| εἰδέωμεν τοὺς ἀποδεδεγμένους. | |
| τὸ δὲ ψήφισμα ἀναγράψαι ἐς στή- | |
| λην λιθίνην καὶ στῆσαι ἐς τὸ ἱερὸν | |
| 30 | τοῦ Ἀπόλλωνος· τοὺς δὲ τειχοπό- |
| ας ἀπομισθῶσαι. ὁ δὲ ταμίας ὑπη- | |
| ρετησάτω. προσαναγράψαι δὲ ἐς | |
| τὴν στήλην τὰ ὀνόματα τῶν ἀν- | |
| δρῶν, οὓς ἂν ἀποδέξωσι Σαρδιη- | |
| 35 | νοὶ ἐπιμέλεσθαι ἡμέων. πέμψαι δὲ |
| καὶ ξένια τῶι ἀγγέλωι τοὺς στρατη̣- | |
| γοὺς ὑπὲρ τῆς πόλεως. οἵδε ἡιρέ- | |
| θησαν Σαρδιηνῶν κατὰ τὸ ψήφι- | |
| σμα· Πότας Πάπεω, Ἀρτίμης Παγτύω̣, | |
| 40 | Ἄττις Παγτύω, ὁ ἱέρεως τοῦ Διονύ̣- |
| σο. vacat |