Honorary decree of boule and demos of Byzantion for foreign
judge from Miletos; IIm: *Milet I 3, 153; **Wilhelm, MDAI(A) 39,
1914, 187 (l. 1).
[ ]
Milet I 3, 153
1 | ἐπὶ ἱερομνάμονος Ἑστιαίου· Λατοίου· ἐγ |
κ̣υρίαι ὑπὲρ στεφάνου δικαστᾶι. ἔδοξε | |
τᾶι βουλᾶι καὶ τῶι δάμωι, τοὶ στραταγοὶ εἶ- | |
παν· ἐπειδὴ τοῦ δάμου ψάφισμα ἀποστείλαν- | |
5 | τος καὶ πρεσβευτὰν παρὰ Μιλατίους φίλους ἐόν- |
τας καὶ εὔνους ἐκ παλαιῶν χρόνων καὶ φιλανθρώ- | |
πων πολλῶν ὑπαρχόντων ταῖς πόλεσι ποθ’ ἑαυ- | |
τὰς μεταπεμπομένου παρ’ αὐτῶν δικαστὰν τὸν δι- | |
εξαξοῦντα τάς τε δαμοσίας δίκας καὶ τὰς ἰδ[ι]- | |
10 | ωτικὰς καὶ μετ’ αὐτοῦ γραμματῆ, ἐξαπέστει- |
λαν Μιλάτιοι δικα<στὰ>ν Ἀπολλωνίδαν Μέμνονος | |
ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφοτερᾶν | |
τᾶν πόλεων, ὃς παραγενόμενος τὰς μὲν συν̣- | |
έλυσε τᾶν δικᾶν ἴσως καὶ δικαίως, τὰς δ’ ἐδίκασ̣- | |
15 | σε τ̣οῖς νόμοις ἀκολούθως καὶ τοῖς ψαφίσμα- |
σιν πᾶσαν σπουδὰν καὶ ἐπιμέλειαν ποτενεγκάμ- | |
ενος, καὶ γραμματῆ Καύνιον Ἀριστοκλείο<υ>ς, ὃς ἀνεσ<τ>ρ̣ά̣- | |
φη κατὰν ἐπιδαμίαν εὐτ̣άκ̣τως καὶ σωφρόνως, δεδό̣- | |
χθαι τῶι δάμωι· ἐπαινέσαι ἐπὶ τούτοις τόν τε δᾶ- | |
20 | μον τὸν Μιλατίων καὶ στεφανῶσαι στεφάνωι χρυ- |
σείωι καὶ τὸν ἀποσταλέντα δικαστὰν ὑπ’ αὐτῶν | |
Ἀπολλωνίδαν Μέμνονος ἐπαινέσαι καὶ στεφανῶ- | |
σαι στεφάνωι χρυσέωι, τόν θ’ ἱερομνάμονα ποιήσα- | |
σθαι τὰν ἀναγγελίαν τῶν στεφάνων ἐν τῶ[ι] | |
25 | ἀγῶνι τῶν Διονυσίων· δεδόσθαι δὲ Ἀπολλω- |
νίδαι Μέμνονος καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ | |
π̣ολέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσπον- | |
δεὶ καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶ- | |
μον πράτωι μετὰ τὰ ἱερά. εἶμεν δὲ κ[αὶ π]ο̣[λίταν] | |
30 | αὐτόν τε καὶ τοὺς ἐκγόνους αὐτοῦ καὶ ἐξεῖμεν |
αὐτοῖς ποτιγράψασθαι ποτὶ τᾶν ἑκατοστύω- | |
ν ἇι κε θέλωντι. ἐπαινέσαι δὲ καὶ τὸν γραμματῆ | |
[Κ]αύνιον Ἀριστοκλείους καὶ εἶμεν αὐτὸν πρόξε- | |
ν̣ον τᾶς πόλιος καὶ δεδόσθαι αὐτῶι εἴσπλουν | |
35 | κ̣αὶ ἔκπλουν καὶ πολέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσ- |
πονδεὶ καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμον̣ | |
πράτωι μετὰ τὰ ἱε̣ρά. τοὺς δὲ πεντεκαίδεκα | |
καὶ τοὺς συναγόρους καὶ τὸν γραμματέα τᾶς | |
βουλᾶς ἀναγράψαντας τὸ ψ̣ά̣φ̣ισμα εἰς τε<λ>α- | |
40 | μῶνα ἀναθέμεν εἰς τὸ βουλεῖον. ἑλέσθαι δὲ τὰν |
ἐκκλησίαν καὶ πρεσβευτὰν ἐ<ξ> ἁ̣πάντων Βυζαν- | |
τίων, τὸν δὲ αἱρεθέντα ἀποδαμήσαντα παρὰ Μ̣[ι]- | |
λατίους καὶ ἀποδόντα τὸ ψάφισμα καὶ ἐπαινέ- | |
σαντα αὐτοὺς ἐπὶ τᾶι σπουδᾶι, ἃν ἐποιή- | |
45 | σαντο περὶ τὰν αἵρεσιν τὰν τοῦ δικαστᾶ, παρακα- |
λεῖν, ὅπως συντελῶντι τὰν τ<ῶ>ν στεφάνων ἀνα- | |
γόρευσιν καὶ παρ’ ἑαυτοῖς καὶ ἀναγράψαντες τόδ[ε] | |
τὸ ψάφισμα εἰς τελαμῶνα ἀναθῶντι ἐν τῶι ἐπι- | |
[φ]ανεστάτωι τόπωι. |