Honorary decree of Eresos for foreign judges from Miletos
judging dispute between Eresos and Methymna; II1: *Milet I 3,
152C; **Robert, REG 38, 1925, 29-43 (ll. 70, 79); SEG 4, 428;
**IG XII Supp. 139C (l. 81) (see 25).
[ ]
Milet I 3, 152C
58 | Μανδρόδικος Ἀρχεσστράτω εἶπεν· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ τῶν ἀρχό[ν]- |
των οἰ παρέοντες προτίθεισι καὶ ἔπηλθον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ πρὸς̣ | |
60 | Μ̣αθυμναίοις κατά <τ>ε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, ἐφ’ αἳς μετεπεμψάμεθα̣ |
τ̣οὶς ἐγ Μιλήτω δικάσταις, οἲ καὶ παραγέγοναν εἰς τὰμ πόλιν ἄμμων κατὰ τὸ κά̣- | |
θηκον, ὄπως κε οὖν περὶ ξενίσμω αὔτων καὶ ἐξαποστόλας βολλεύσαιτο ὀ δ[ᾶ]- | |
μ̣ος καὶ ἴνα τιμήθη καὶ στεφανώθη ὄ τε δᾶμος ὀ Μιλασίων καὶ ο<ἰ> ἐξαποστάλεντες ὐ- | |
π̣’ αὔτων δίκασται, ἀποκαταστάθηεν δὲ καὶ εἰς τὰν ἰδίαν ὐπὸ τῶ ἀγώγεος Πρωτία̣ | |
65 | τ̣ῶ Κλεισιππίδα καὶ δοθείη τὸ εἰς τὸ̣ πορεῖον, καὶ περὶ πόρω, πόρος δ’ εἴη, ὄγ κε ὀ δᾶ̣- |
μος αἰνήση· δέδοχθαι τῶ δάμωι· ἐπειδὴ μεταπεμψαμένω δικάσταις τῶ δά- | |
μω ἐγ Μιλάτω ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ταὶς καττὰν συνθήκαν καὶ ἐπισυνθή̣- | |
καν, Μ<ι>λάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν πρόνοιαν κα[ὶ] | |
σπούδαν ποιησάμενοι ἐξαπέστελλαν δικάσταις ἄνδρας κάλοις κἀγάθοις Ἀξ[ί]- | |
70 | ο̣χον Μόλπω, Ἀντίγονον Δημητρίω, οἰ καὶ παραγενόμενοι εἰς Μέσσον ταῖς μὲν ἐδ̣[ί]- |
κασσαν τᾶν δίκαν ὄρθως καὶ δικαίως κατά τε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, τί- | |
νας δὲ καὶ συνέλυσαν καὶ τὰν λοίπαν ἀναστρόφαν ἐποιήσαντο δικάζοντές | |
τε καὶ μετὰ τὸ ἀφέθην εὐκόσμως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τᾶς ἐαύτων | |
π̣άτριδος, παραγενόμενοι δὲ καὶ εἰς τὰμ πόλιν ἄμμων ἐποιήσαντο τὰν παρεπι- | |
75 | δαμίαν, ὠς κάθηκον ἦν, μετὰ παίσας εὐκοσμίας· ἐφ’ οἷς ἐπαίνησαι μὲν τὸν δᾶμον τὸμ |
Μ̣ιλασίων καὶ στεφάνωσθαι ἀν’ ἔκαστον ἐνίαυτον ἐπί τε τοῖς Διονυσίοισι τῶ ἀγῶνι τῶν | |
τ̣ραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀ- | |
ν̣αγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸμ Μιλασίων ἀ̣ποστέλ- | |
λ̣αντα δικάσταις εἰς Μέσσον ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ἄνδρας κάλοις κἀγά- | |
80 | θοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον στεφάνω χρυσίωι τῶι ἐννόμω. ἐπαίνησαι δὲ |
κ̣αὶ τοὶς δικάσταις Ἀξίοχον Μόλλπω, Ἀντίγονον Δημητρίω καὶ στεφάνωσθαι αὔτοις ἀν’ ἔ- | |
κ̣αστον ἐν<ίαυτον ἔν> τε τοῖς Διονυσίοις τῶι ἄγωνι τῶν τραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρα- | |
κ̣λέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀναγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφά- | |
[ν]οι τοὶς ἐγ Μιλάτω δικάσταις Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω δικάσσαντας ταὶς δί- | |
85 | κ̣αις ὄρθως καὶ δικαίως κατὰ τὰ συγκείμενα πρὸς Μαθυμ<ν>αίοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς |
εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμω· κάλησθαι δ’ αὔτοις καὶ εἰς προεδρίαν ἐν τοῖς ἀγώ̣- | |
ν̣εσσι πάντεσσι, οἶς ἀ πόλις συντέλει, ἐπεί κε καὶ τοὶς ἄλλοις εὐεργέταις τοὶς τᾶς πόλιος | |
κ̣αλέωμεν· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων ἐπιμέλεισθαι ἐμ μὲν τοῖς Διονυσίοισι τὸγ χο- | |
[ρ]οστάταν, ἐν δὲ τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τὸν γυμνασίαρχον. ἔμμεναι δὲ αὔτοις | |
90 | καὶ πολίταις τᾶς ἄμμας πόλιος καὶ προξένοις καὶ <τοὶς> ἐκγόνοις αὔτων καὶ δέδοσθαι αὔτοις [ἔ]- |
φοδον ἐπί τε βόλλαν καὶ δᾶμον μετὰ τὰ ἴερα πρώτοισι καὶ εἴσπλουν καὶ ἔκπλουν̣ | |
κ̣αὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι {ἀσύλει} ἀσύλι καὶ ἀσπόνδι καὶ δίκαις προ{σ}δίκοις {²⁶προδίκοις}²⁶· τοὶς δὲ̣ | |
ἐ̣ξετάσταις ἀνάγραψαι τὰ ὀνόματα αὔτων πάτροθεν καὶ τᾶς πόλιος εἰς στάλαν ὄ- | |
ποι καὶ οἰ ἄλλοι πρόξενοι καὶ εὐέργεται τᾶς πόλιος ἀναγέγραπται· ὀ δὲ δικ̣αστάγωγος | |
95 | <Π>ρωτίας ἀποκαταστασάτω αὔτοις εἰς τὰν ἰδίαν καὶ ἀνάδοις τὸ ψάφισμα καὶ ἐ- |
πέλθων {ἐπέλθων} ἐπ’ ἐκλησίαν παρακαλήτω Μιλασίοις ἔοντας ἄμμι συγγένεας καὶ φί- | |
λ̣οις καὶ εὐνόοις ἀποδέξασθαί τε τὰ τίμια μετὰ παίσας εὐνοίας καὶ τὰν ἀ̣ν̣- | |
αγγελίαν τῶν | |
στεφάνων ποίησθαι καὶ παρ’ ἐαύτοις κατ’ ἔκαστον ἐνίαυτον ἐν τοῖς Διονυσίοισι, καὶ ἴνα ἀνά- | |
100 | γραφεν τὸ ψάφισμα εἰς στάλαν λεύκω λίθω ἀνατέθη εἰς τὸν ἐπιφανέστατον τόπον τᾶς̣ |
πόλιος. ὀ δὲ πρύτανις καὶ οἰ βασίλεες καλεσσάτωσαν τοὶς δικάσταις καὶ τὸν δικαστάγω- | |
γ̣ον εἰς τὸ προτανήιον ἐπὶ τὰν κοίναν ἐστίαν τᾶς πόλιος, τὸ δ’ εἰς τὰν κλῆσιν δότω ὀ | |
τ̣αμίας κατὰ τὰν κατάταξιν, δότω δὲ ὀ ταμίας καὶ εἰς ἀποστόλαν ἐκατέρω τῶν δικάσ- | |
ταν Ἀλεξανδρήαις δράχμαις πεντήκοντα καὶ ξένια ὄσα τοῖς προξένοισι τὰ ἐν νό- | |
μωι διακείμενα. δότω δὲ καὶ τῶ ἀποκαταστάσοντι τοὶς δικάσταις εἰς πορεῖον Ἀ- | |
105 | [λ]εξανδρήαις δράχμαις τριάκοντα τρεῖς δύ’ ὀβόλοις ἀπὸ τῶ ἔοντος ἀργυρίω̣ καὶ |
[κα]θόδια κατὰ τὰν κατάτα̣[ξιν κ]ατότι ὀ δᾶμος ἐχειροτόνησε. |