Honorary decree of Methymna for foreign judges from Miletos
judging dispute between Methymna and Eresos; II1: *Milet I 3,
152A-B; SEG 4, 428; **IG XII Supp. 139A-B (ll. B23, 34) (see 26).
[ ]
Milet I 3, 152A-B
A.1 | Ἐ̣ρμίας Ἀρχίου εἶπεν· περὶ ὦν ἀ βόλλα προεβούλευσε καὶ οἰ στρά- |
τ̣αγοι προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέον- | |
τ̣ες ἔπηλθον· ἐπειδὴ παραγέγοναν εἰς τὰν πόλιν οἰ μεταπέμ̣- | |
φθεντες ἐκ Μιλήτω δίκασται ἐπὶ ταὶς δίκαις ταὶς κα<τ>τὰν ἐπισυν̣- | |
5 | θήκαν τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, Ἀξίοχος Μόλπω, Ἀντίγο̣- |
νος Δημητρίω, ἀνάγκαιον δέ ἐστιν καὶ σύμφερον περί τε τῶν κατ- | |
τὰν ἐνδαμίαν αὔτων προνοήθην καὶ περὶ ἐξαποστόλας καὶ πορη̣[ί]- | |
ω καὶ τῶ συναποκατασστάσοντος αὔτοις, ὄπως κε οὖν περὶ τού- | |
των βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, δέδοχθαι τῶ δάμω· | |
10 | τοῖς μὲν στρατάγοις καὶ τοὶς ἐξετάσταις καὶ τὸν ἀντιγράφεα |
προνοήθην περὶ τῶν καττὰν ἐνδαμίαν αὔτων. τοὶ<ς> δὲ ἐπὶ τῶ χει- | |
ρίσμω ταμίαις δόμεναι τοῖς δικάσταις εἴς τε τὰν ἐξαποστόλαν | |
καὶ τὸ πορήιον, ὄπως ἀνακομίσθωσι ἀσφάλως, δράχμαις Ἀλε̣- | |
ξανδρείαις ἔκατον, δεῖξαι δὲ ἐν τᾶ ἐκκλησία ἤδη καὶ τὸν συναπο- | |
15 | καταστάσοντα αὔτοις· ὀ δὲ πρύτανις καὶ ὀ βασίλευς καλεσσάτω̣- |
σαν τοίς τε δικάσταις καὶ τὸν ἀγώγεα εἰς τὸ πρυτανήϊον ἐπὶ τὰν κο<ί>- | |
ναν ἐστίαν τᾶς πόλιος. ὀ συναποκατα<στά>σων ἐδείχθη Ἐρμίας Ἀρχία. | |
B.18 | Ἐρμίας Ἀρχία εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ οἰ στράταγοι |
προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέοντες ἔπηλ- | |
20 | θον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ καττὰν ἐπισυνθήκαν |
τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, ἐφ’ αἳς μετεπεμψάμεθα τὸ δικασ- | |
τήριον ἔκ τε Μιλήτω καὶ Σάμω καὶ Αἴγαν, ἀνάγκαιον δέ ἐστι καὶ σύμ̣- | |
φερον τὰν πα<ῖ>σαν τῶν δικάσταν προσενενηνεγμένων σπούδα[ν] | |
τε καὶ φιλοτιμίαν εἰς τὰ ἐνεστάκοντα παρ’ ἐκατέρων ἐγκλήματα κα[ὶ] | |
25 | συναλλάγματα διεξάχθην ὄρθως καὶ δικαίως καὶ τὸν δᾶμον πε- |
ρὶ αὔτων τὰν καθήκοισαν ποιήσασθαι σπούδαν, ὄππως κε οὖν περὶ τί- | |
μαν τῶ τε δάμω τῶ Μιλασίων καὶ τῶν ἐξαποσταλέντων δικάσ̣- | |
ταν βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, ἀγάθα τύχα, δέδοχθαι τῶ̣ | |
δάμω· ἐπειδὴ μεταπεμπομένων ἀμμέων καὶ Ἐρεσίων δικαστήριον̣, | |
30 | Μιλάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν ἐπιμέλειαν |
καὶ σπούδαν ποιησάμενοι ἀπέστελλαν ἄνδρας κάλοις καὶ ἀγάθοις Ἀξίοχον | |
Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι ταίς τε δίκαις ἐδίκασσαν̣ | |
ὄρθως καὶ δικαίως καὶ καττὰ συγκείμενα τοῖς δάμοις καὶ τὰν ἀναστρόφαν̣ | |
[ἐ]ποιήσαντον καὶ καθ’ ὃγ καῖρον ἐδίκαζον καὶ μετὰ τὸ ἀφέθην κάλως καὶ εὐκό[σ]- | |
35 | μως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τῶ ἐξαποστέλλαντος αὔτοις δάμ[ω,] |
ἐπὶ δὴ τούτοις ἐπαίνησθαι μὲν τὸν δᾶμον τὸμ Μιλασίων καὶ στεφάνωσ̣- | |
θαι αὖτον καθ’ ἕκαστον ἐνίαυτον τῶ μῆνος τῶ Ἀπολλωνίω τᾶ νε{ν}αμέρα {²⁶νεαμέρα}²⁶, ἐπε̣[ὶ] | |
κε ὀ δᾶμος συντέλη τάν τε πανάγυριν καὶ ταὶς θυσίαις ἀναγγέλλοντος τῶ κά̣- | |
[ρ]υκος, ὄτι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸν Μιλασίων ἀποστέλλοντα δ̣[ι]- | |
40 | [κ]άσταις ἄνδρας κάλοις καὶ ἀγάθοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον̣ |
στεφάνωι χρυσίωι τῶι ἐννόμω. ἐπαίνησθαι δὲ καὶ τοὶς δικάσταις καὶ στεφ[ά]- | |
νωσθαι αὔτοις ἐν τᾶι αὔται ἀμέρα διὰ βίω τῶ{ι} ἐαύτων ἀναγγέλλοντος τῶ κά̣- | |
[ρ]υκος, ὄττι ὀ δᾶμος στεφάνοι Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω Μιλασ[ί]- | |
οις δικάσσαντας ταὶς δίκαις ταὶς καττὰ συγκείμενα πρὸς Ἐρεσίοις ὄρθως καὶ̣ | |
45 | δ̣ικαίως καὶ ἀκολούθως τοῖς ἐγγράφοις ἀρέτας ἔνεκα καὶ εὐνοίας καὶ δικαιο̣- |
σύνας τᾶς εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμωι. τᾶς δὲ ἀναγγελίας τῶ̣ν̣ | |
σ̣τεφάνων ἐπιμέλειαν ποιήσασθαι τοὶς στρατάγ̣οις αἴει τοὶς ἐ̣νεστάκον- | |
τ̣ας· δέδοσθαι δὲ αὔτοις καὶ ἐκγόνοις πολιτείαν παρ’ ἄμμιν μετεχόντεσσ̣[ι] | |
π̣άντων ὦγ καὶ οἰ ἄλλοι πολῖται μετέχοισι. ὄππω[ς] δὲ καὶ Μιλάσιοι παρακο̣- | |
50 | λ̣ούθωσι τᾶ τῶ δάμω εὐχαριστίαι, δεῖξαι πρεσβεύτ̣αν ἐν τᾶι ἐκκλησίαι ἤδ̣[η,] |
ὄστις παραγενόμενος πρὸς Μιλασίοις παρακαλέσει αὔτοις ἔοντας ἄμ̣μ̣[ι] | |
σ̣υγγένεας καὶ φίλοις καὶ εὐνοίοις προσδέξασθαί τε τὰ ἐψαφίσμενα με̣- | |
τ̣’ εὐνοίας καὶ πα<ρ>’ ἐαύτοις ποιήσασθαι τὰν ἀναγγελίαν τῶν στεφάνων̣ [ἐπὶ] | |
τοῖς Διονυσίοις τῶ ἄγωνι τῶ σκανίκω, ἀναγράψαντα̣ς δὲ καὶ τὸ ψάφισμα τ[οῦ]- | |
55 | το εἰς στάλαν λεύκω λίθω ἀναθέμεναι ἐν τόπω ὠς ἐπιφανεστάτω, καὶ ἐμφα[νί]- |
σ̣ει αὔτοις, ὄττι ταῦτα ποιήσαντες χαρίηνται τῶι δάμω̣ι. πρεσβεύτας [ἐ]- | |
δείχθη Ἐρμίας Ἀρχία. |