Honorary decree by Aiolian city (name lost) for foreign
judges (?) from Miletos; II?: *Milet I 3, 152a; **Robert, BCH 48,
1924, 339 (ll. 0-2); SEG 4, 432; **IG XII Supp. 140 (ll. 2, 20,
22).
[ ]
Milet I 3, 152a
0 | [ἐπαίνεσαι δὲ καὶ τὸν συνεξαποστάλεντα τῶι δικάσται γραμματέα] |
[Ἀριστόξενον ἐπὶ τᾶι καττὰν γραμματεία]ν φιλο- | |
[π]ο̣ν̣ί̣α̣[ι, καὶ στεφάν]ω̣σ̣αι αὖτον θάλλωι στεφάνωι· | |
δέδοσθαι δὲ Ἀριστοξένωι καὶ πολιτείαν καὶ προξε- | |
[ν]ίαν καὶ αὔτωι καὶ ἐκγόνοισι καὶ εἴσπλουν καὶ ἔ- | |
5 | [κπλ]ο̣υ̣ν καὶ πολέμου καὶ εἰρήνας ἀσύλει καὶ ἀσπόν- |
[δει και]ὶ ἔφοδον ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον πρώ- | |
[τωι μ]ετὰ τὰ ἴερα· τὰν δὲ ἀναγγελίαν τῶν στεφά- | |
[νων π]οιήσασθαι τὸν ἀγωνοθέταν ἐν τοῖς πρώ- | |
[τοισι Δ]ιονυσίοισι τῶι ἄγωνι τῶν παίδων· στεφά- | |
10 | [νω]σ̣αι δὲ αὔτους καὶ εἰς τὸ λοῖπον ὑπὸ τῶν ἄει ἐ- |
[σομ]ένων ἀγωνοθέταν· κάλεισθαι δὲ αὔτους καὶ | |
[εἰ]ς̣ προεδρίαν ἐν πάντεσσι τοῖς ἀγώνεσσι, οἶσπερ | |
ἀ πόλις συντελέηι· ἀπόδειξαι δὲ καὶ πρεσβεύταν, ὄστις | |
ἀφικόμενος εἰς Μίλατον τό τε ψάφισμα τόδε ἀποδώσει | |
15 | καὶ ἐπέλθων v7 ἐπὶ τὰν βόλλαν καὶ τὸν δᾶμον |
παρακαλέσσει Μιλασίοις τάν τε συγγένειαν καὶ φιλί- | |
αν καὶ εὔνοιαν συντηρέοντας ἐπὶ πλέον αὔξειν καὶ | |
τὰν ἀναγόρευσιν τῶμ προειρημένων στεφάνων ποιή- | |
σασθαι καὶ παρ’ ἐαύτοισι καθ’ ἕκαστον ἔτος καὶ τὸ ψά- | |
20 | φισμα τοῦτο ἀναγράψαντας εἰς στάλαν λεύκωι λίθω |
ἀναθέμεναι εἰς τὸν ἐπιφανέστατον παρ’ ἐαύτοισι τόπον. | |
πρεσβεύτας ἀπεδείχθηι Μέντωρ Μέντορος νεώ- | |
τερος. |