Decree of Mylasa establishing isopolity with Miletos;
209/8*** BC: Milet I 3, 146B; *Staatsverträge III 539II; IMylasa
II T51.B; (see 38).
[ ]
Staatsverträge III 539II
59 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἀρχόντων εἰσγραψαμένω̣[ν] |
60 | αὐτῶν· ἐπειδὴ Μιλήσιοι φίλοι καὶ οἰκεῖοι ἐξ ἀρχῆς ὑπάρχοντες τοῦ̣ δή̣- |
μου πᾶσαν σπουδὴν καὶ ἐ̣π̣ιμέλειαν δι[α]τελοῦσιν τῆς πόλεως ποιού- | |
μενοι οὐθένα καιρὸν παραλείποντες τῶν εἰς τὸν δῆμον χρησίμων· ὅπω̣[ς] | |
οὖν καὶ Μυλασεῖς φαίνωνται τήν τε οἰκειότητα καὶ τὴν φιλίαν τὴν | |
ὑπάρχουσαν ταῖς πόλεσιν ἀμφοτέραις ἐπαύξοντες καὶ τῶμ παρ’ αὐ- | |
65 | τοῖς τιμίων τε καὶ ἐνδόξωμ μετάδοσιμ ποιούμενοι Μιλησίοις, ἀγαθῆι |
τύχηι· δεδόχθαι Μυλασεῦσιν· ἐπη<ι>νῆσθαι τὸν δῆμον τὸμ Μιλησίων εὐ̣- | |
νοίας καὶ φιλοστοργίας ἕνεκα τῆς πρὸς τὴμ πόλιν καὶ δεδόσθαι πᾶσι Μι̣- | |
λησίοις πολιτείαν καὶ μετουσίαν ἱερῶν καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ̣ | |
καὶ Μυλασεῖς μετέχουσιν, καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν πρώτοις μετὰ τὰ ἱ[ε]- | |
70 | ρά· καλεῖσθαι δὲ Μιλησίους καὶ εἰς προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι τοῖς |
ὑπὸ τοῦ δήμου συντελουμένοις· ὅπως δὲ τὰ ἐψηφισμένα ὑπὸ τοῦ δήμου | |
τίμια μνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγρὰψαι τόδε τὸ ψήφισμα ἐ[ν] | |
τοῖς ἱεροῖς τῶι τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τοῦ Διὸς τοῦ Λαβραύνδου. ἵνα δ[ὲ] | |
ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ μὲν στεφανηφόρον | |
75 | μετὰ τοῦ ἱέρεω τῆι Ἑστίαι θῦσαι καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος τοῦ Διδυμέ- |
ως καὶ τοὺς ἱερεῖς τόν τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τὸν τοῦ Διὸς τοῦ Λα- | |
βραύν̣- | |
δου προσαγαγεῖν θυσίαν τοῖς θεοῖς καὶ εὐχὰς ποιήσασθαι συνενεγκεῖν̣ | |
ταῖς πόλεσιν ἀμφοτέραις τὰ ἐψηφισμένα· τοὺς δὲ ταμίας τελέσαι τὸ ἀ- | |
80 | ν̣άλωμα εἰς ταῦτα ἐκ τῶν κοινῶν προσόδων· ἑλέσθαι δὲ καὶ πρέσβεις, |
οἵτινες ἀφικόμενοι εἰς Μίλητον καὶ ἐπελθόντες ἐπὶ τὴμ Β̣ο̣υ̣λὴν καὶ τὸν̣ | |
δῆμον τήν τε οἰκειότητα τὴν ὑπάρχου̣σαν ταῖς πόλεσι[ν ἀν]α̣νεώσον- | |
ται καὶ τὴμ παρὰ τοῦ πλήθους εὔνοιαν ἐμφανιοῦσιν̣ Μιλησίοις, ἣν ἔχει | |
πρὸς αὐτοὺς, καὶ παρακαλέσουσιν φίλους καὶ οἰκείους ὑπάρχοντας | |
τοῦ δήμου διὰ προγόνων καὶ αὐτοὺς περιποιεῖν τῆι πόλει πάντα τὰ εἰς̣ | |
85 | τιμὴν καὶ δόξαν ἀνήκοντα δηλοῦντας, ὅτι καὶ ὁ δῆμος οὐθὲν ἐλλείψε[ι] |
[σπο]υ̣δῆς τε καὶ φιλοτιμίας περὶ τῶν συμφερόντων ἀμφοτέραις ταῖς πό̣- | |
[λεσ]ιν· προσαγαγέτωσαν δὲ καὶ οἱ πρέσβεις ἐμ Μιλήτωι μετὰ τοῦ στε- | |
[φα]ν̣ηφόρου θυσίαν τῶι Ἀπόλλωνι καὶ εὐχὰς ποιησάσθωσαν ὑπὲρ ὁμο̣- | |
[νο]ίας καὶ σωτηρίας τῶμ πόλεων ἀμφοτέρων. πρέσβεις ἡιρέθησαν· | |
90 | Διονύσιος Ἰάσονος τοῦ Διονυσίου, Ἀπολλώνιος Ἱεροκλείους, |
Ἀμύντωρ Ἀρηϊφίλου. |