Decree of boule and demos of Seleukeia (=Tralles) praising Miletos and granting it isopolity; 212***/211*** BC: *Milet I 3, 143B; **Wilhelm, MDAI(A) 39, 1914, 188 (l. 50); **Robert, RPh 1, 1927, 112-3 (l. 68); SEG 4, 430; Staatsverträge III 537II (see 37); ITralles 20; SEG 37, 982.  
[ ] Milet I 3, 143B
46 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· βουλῆς γνώμη· ἐπειδὴ Μιλήσιοι φίλοι καὶ οἰκεῖοι
ὑπάρχοντες διὰ προγόνων̣ πρότερόν τε διετέλουν ἐμ παντὶ καιρῶι πρόνοιαν
ποιούμενοι καὶ κοινῆι παντὸς τοῦ δήμου τοῦ Σ̣ελευκέων καὶ καθ’ ἰδίαν ἑκάσ-
του τῶν ἀφικνουμένων εἰς τὴμ πόλιν αὐτῶν καὶ μετὰ ταῦ̣τα παρα̣γενόμε-
50 νος Πρύτανις ἀνήγγελλεν, διότι τὴν αὐτὴν αἵρεσιν ἔχοντες οὐθενὸς ἀφί[σ-
τανται τῶν τῆι πόλει συμφερόντων ἐμ πᾶσιν οἰκείως ἀποδεικνύμενοι τὴ[ν]
αὑτῶν σπουδήν· ὅπως οὖν ἐπὶ πλέον αὔξηται τὰ προϋ̣π̣άρχοντα φιλάνθρωπα
καὶ οἰκεῖα ταῖς πόλεσιν ἀμφοτέραις καὶ φαίνηται τιμῶν ὁ δῆμος Μιλησίους̣
A)CI/WS E)M PANTI\ KAIRW=?I TH=S EI)S AU(TO\N EU)NOI/AS: TU/XHI A)GAQH=I: DEDO/XQAI TH=I
55 βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι Μιλησίους ἐπὶ τῆι εὐνοί̣αι καὶ τῆι προαιρέσει, ἣν̣
ἔχουσιν εἰς τὸν δῆμον.  δεδόσθαι δὲ αὐτοῖς καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ
μετέχειν αὐτοὺς ἁπάντων, ὧγ καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν, καὶ τὸμ βουλό-
μενον Μιλησίων πολιτεύεσθαι ἐν Σελευκε̣[ία]ι ἀ̣πογράφεσθαι πρός τε τοὺς στρα-
τηγοὺς καὶ τὸγ γραμματέα τοῦ δήμου· τοὺς δὲ καταχωρίζειν εἰς φυλὴν
60 τὸν ἀπογραψόμενον, εἰς̣ ἣν ἂμ βούληται.  ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν
ἐν τοῖς ἀγῶσιν πᾶσιν καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον πρώτοις
μετὰ τὰ ἱερά.  ποιεῖσθαι δ’ ἐπιμέ̣λειαν τοὺς ἀεὶ χειροτονουμένους στρατηγοὺς̣
τοῦ̣ δήμου τοῦ Μιλησίων καὶ προνοεῖν τῶν παραγινομένων εἰς τὴν πόλιν, ὅπως
πάντων τυγχάνωσι τῶν καλῶς ἐχόντων. πέμπεσθαι δὲ καὶ θεωροὺς τοὺς
65 [σ]υ̣ν̣τ̣ελέσοντας θυσίαν τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ τῶι ἀρχηγέτηι τῆς οἰκει̣-
[ότητο]ς̣, ἐν οἷς ἂν χρόνοις συντελῶσι Μιλήσιοι.  ἐπὶ δὲ τοῖς ἐψηφισμένοις συν̣-
[τελέσαι θυσία]ν̣ τῶι Διὶ τῶι Λαρασίωι καὶ τῶι Ἀπόλλωνι τοὺς ἱερομνήμονας κα[ὶ]
[τοὺς ․․7-9․․․ καὶ τοὺς ἱε]ρ̣ο̣κ̣[ήρυκα]ς ἐ̣π̣ε̣υ̣χομένους συνενεγκεῖν ἀμφοτέραις
[ταῖς πόλεσι τὰ ἐψηφισμένα καὶ εἶναι] ἐπὶ σωτηρίαι καὶ εὐτυχίαι· ἀνα-
70 [γράψαι δὲ τὸ ψήφισμα εἰς στήλην λιθίνη]ν̣ κ̣α̣ὶ̣ σ̣τ̣ῆσαι ἐν τῶι ἱερῶι τοῦ̣
[Διὸς τοῦ Λαρασίου· τῆς δὲ κατασκευῆς τῆς στήλης ἐπι]μ̣εληθῆναι τους ἐ-
[πὶ ․․․․․․․․c.20․․․․․․․․ τὸ δὲ ἀνάλωμα τὸ εἰς τὰς θυ]σ̣ίας καὶ τὴν κα-
[τασκευὴν τῆς στήλης ὑπηρετῆσαι τοὺς ταμίασ?.  τὸν δὲ πρ]ε̣σ̣βε̣υ̣[τὴν]
[καλέσαι εἰς τὸ πρυτανεῖον—]
Search Help
Contact Us