Decree of boule and demos of Seleukeia (=Tralles) praising
Miletos and granting it isopolity; 212***/211*** BC: *Milet I 3,
143B; **Wilhelm, MDAI(A) 39, 1914, 188 (l. 50); **Robert, RPh 1,
1927, 112-3 (l. 68); SEG 4, 430; Staatsverträge III 537II (see
37); ITralles 20; SEG 37, 982.
[ ]
Milet I 3, 143B
46 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· βουλῆς γνώμη· ἐπειδὴ Μιλήσιοι φίλοι καὶ οἰκεῖοι |
ὑπάρχοντες διὰ προγόνων̣ πρότερόν τε διετέλουν ἐμ παντὶ καιρῶι πρόνοιαν | |
ποιούμενοι καὶ κοινῆι παντὸς τοῦ δήμου τοῦ Σ̣ελευκέων καὶ καθ’ ἰδίαν ἑκάσ- | |
του τῶν ἀφικνουμένων εἰς τὴμ πόλιν αὐτῶν καὶ μετὰ ταῦ̣τα παρα̣γενόμε- | |
50 | νος Πρύτανις ἀνήγγελλεν, διότι τὴν αὐτὴν αἵρεσιν ἔχοντες οὐθενὸς ἀφί[σ- |
τανται τῶν τῆι πόλει συμφερόντων ἐμ πᾶσιν οἰκείως ἀποδεικνύμενοι τὴ[ν] | |
αὑτῶν σπουδήν· ὅπως οὖν ἐπὶ πλέον αὔξηται τὰ προϋ̣π̣άρχοντα φιλάνθρωπα | |
καὶ οἰκεῖα ταῖς πόλεσιν ἀμφοτέραις καὶ φαίνηται τιμῶν ὁ δῆμος Μιλησίους̣ | |
ἀξίως ἐμ παντὶ καιρῶ̣ι τῆς εἰς αὑτὸν εὐνοίας· τύχηι ἀγαθῆι· δεδόχθαι τῆι | |
55 | βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι Μιλησίους ἐπὶ τῆι εὐνοί̣αι καὶ τῆι προαιρέσει, ἣν̣ |
ἔχουσιν εἰς τὸν δῆμον. δεδόσθαι δὲ αὐτοῖς καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ | |
μετέχειν αὐτοὺς ἁπάντων, ὧγ καὶ οἱ ἄλλοι πολῖται μετέχουσιν, καὶ τὸμ βουλό- | |
μενον Μιλησίων πολιτεύεσθαι ἐν Σελευκε̣[ία]ι ἀ̣πογράφεσθαι πρός τε τοὺς στρα- | |
τηγοὺς καὶ τὸγ γραμματέα τοῦ δήμου· τοὺς δὲ καταχωρίζειν εἰς φυλὴν | |
60 | τὸν ἀπογραψόμενον, εἰς̣ ἣν ἂμ βούληται. ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν |
ἐν τοῖς ἀγῶσιν πᾶσιν καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
μετὰ τὰ ἱερά. ποιεῖσθαι δ’ ἐπιμέ̣λειαν τοὺς ἀεὶ χειροτονουμένους στρατηγοὺς̣ | |
τοῦ̣ δήμου τοῦ Μιλησίων καὶ προνοεῖν τῶν παραγινομένων εἰς τὴν πόλιν, ὅπως | |
πάντων τυγχάνωσι τῶν καλῶς ἐχόντων. πέμπεσθαι δὲ καὶ θεωροὺς τοὺς | |
65 | [σ]υ̣ν̣τ̣ελέσοντας θυσίαν τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ τῶι ἀρχηγέτηι τῆς οἰκει̣- |
[ότητο]ς̣, ἐν οἷς ἂν χρόνοις συντελῶσι Μιλήσιοι. ἐπὶ δὲ τοῖς ἐψηφισμένοις συν̣- | |
[τελέσαι θυσία]ν̣ τῶι Διὶ τῶι Λαρασίωι καὶ τῶι Ἀπόλλωνι τοὺς ἱερομνήμονας κα[ὶ] | |
[τοὺς ․․7-9․․․ καὶ τοὺς ἱε]ρ̣ο̣κ̣[ήρυκα]ς ἐ̣π̣ε̣υ̣χομένους συνενεγκεῖν ἀμφοτέραις | |
[ταῖς πόλεσι τὰ ἐψηφισμένα καὶ εἶναι] ἐπὶ σωτηρίαι καὶ εὐτυχίαι· ἀνα- | |
70 | [γράψαι δὲ τὸ ψήφισμα εἰς στήλην λιθίνη]ν̣ κ̣α̣ὶ̣ σ̣τ̣ῆσαι ἐν τῶι ἱερῶι τοῦ̣ |
[Διὸς τοῦ Λαρασίου· τῆς δὲ κατασκευῆς τῆς στήλης ἐπι]μ̣εληθῆναι τους ἐ- | |
[πὶ ․․․․․․․․c.20․․․․․․․․ τὸ δὲ ἀνάλωμα τὸ εἰς τὰς θυ]σ̣ίας καὶ τὴν κα- | |
[τασκευὴν τῆς στήλης ὑπηρετῆσαι τοὺς ταμίασ?. τὸν δὲ πρ]ε̣σ̣βε̣υ̣[τὴν] | |
[καλέσαι εἰς τὸ πρυτανεῖον—] |