Decree of Knosos renewing philia with Miletos and including in terms Tylisos, Rhaukos, Chersonesos, Milatos, Eltynia, Herakleion, Priansos, Apollonia, Petra, Itanos, Praisos, Istron, Olous, Dreros, Lato, Eleutherna, Axos, Kydonia, and Phalasarna; 259/233*** BC: *Milet I 3, 140A (PH, partial); ICret I Cnosos no. 6; Staatsverträge III 482I; SEG 29, 1135.  
[ ] Milet I 3, 140A
1 τὰ συντεθέντα πρὸς τὰς πόλεις τὰς ἐγ Κρήτηι.  Κνωσίων.
ἔδοξε Κνωσίων τῶι κόσμωι καὶ τᾶι πόλει· ὑπὲρ ὧν οἱ
Μιλήσιοι τοὺς πρεσβευτὰς ἀπέστηλαν Ἀλκμεωνίδην
καὶ Εὐαγόραν,  ἀποκρίνασθαι τοῖς πρεσβευταῖς ὅτι καὶ
5 πρότερον ἡμεῖς παραγενομένων τῶν παρ’ ὑμῶν
πρεσβευτᾶν ἐποιησάμεθα τὰς ὁμολογίας, καθότι
Μιλήσιοι ἠξίωσαν, καὶ ἐθέμεθα εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος· ἐμπρησθέντος δὲ τοῦ ναοῦ καλῶς
ποιήσατε ἀποστείλαντες τὰν πρεσβήιαν, ὅπως
10 ἀναγραφῆι ταὐτὰ καὶ παρ’ ὑμῖν ΑΜΕΜΜΕΝΩΝ καὶ
μὴ ἀναγραφείσης τῆς ὁμολογίας· ὑπολαμβάνο-
μεν γὰρ ὑμῖν πάντα τὰ φιλάνθρωπα γίνεσθαι πα-
ρ’ ἡμῶν καὶ διαφυλάξομεν τὰμ φιλίαν καὶ τὰν εὔ-
νοιαν τὰν ὑπάρχουσαν ἐκ τῶν πρότερον χρό-
15 νων πρὸς ἀλλήλους καθάπερ δίκαιόν ἐστιν.
ὅπως δὲ καὶ οἱ λοιποὶ Κρηταιέων προ̣θυμότερον
ὑμῖν συγγράφωνται καὶ αὐτοί, ὑπολαμβάνομεν
δεῖν συγγράψασθαι καθότι ὑμεῖς ἀξιώσατε· μὴ
ὠνείσθω ὁ Κνώσιος τὸμ Μιλήσιον μηδὲ ὁ Μιλήσιος
20 τὸν Κνώσιον εἰδὼς ἐλεύθερον ὄντα.  ὃς ἂν δὲ ἀγο-
ράσηι εἰδὼς, στερέσθω τῆς τιμῆς καὶ τὸ σῶμα ἐ-
λεύθερον ἔστω.  ἐὰν δὲ μὴ εἰδὼς ἀγοράσηι, ἀπο-
δοὺς τὸ σῶμα τὴν τιμὴν κομισάσθω, ὅσου ἠγόρακεν̣.
ἐὰν δέ τις δοῦλον ἀγοράσηι, τὴν τιμὴν κομισάμε-
25 νος, ὅσου ἠγόρακεν, ἀποδότω τὸ σῶμα. ἐὰν δὲ μὴ
ἀποδιδῶι, ἀγόντωσαν ἐμ μὲν Κ̣νωσῶι ἐπὶ τοὺς
κόσμους, ἐμ Μιλήτωι δὲ ἐπὶ τοὺς πρυτάνεις· οἱ δὲ
ἄρχοντες οἱ ἑκατέρωθι̣ ἐ̣παναγκαζόντωσαν ἀπο-
δοῦναι τὸ σῶμα τῶι ἐφαψαμένωι κατὰ τὰς ὁμολογίας̣.
30 ἐὰν δέ τι ἀντιλέγωσιν περ̣ὶ̣ ὅ̣τινός κα, κρίνειν ἐγ Κνωσῶ[ι]
μὲν κόσμον καὶ βουλάν, ἐμ Μιλήτωι δὲ τοὺς ἐμπορ[ί]-
ου ἐπιμελητὰς πέντε ἁμέραις, ἀφ’ ἇς κα κατασταθῶ-
σιν ἐπὶ τὸ ἀρχεῖον.  τῶν δὲ δικασθέντων τὰς πράξεις ε[ἶ]-
ναι ἐγ Κν<ω>σῶι μὲν κατὰ τὸν νόμον τὸν προξενικόν, ἐμ Μι-
35 λήτωι δὲ κατὰ τὸν νόμον τὸν ἐμπορ̣ι̣κ̣όν.  κατὰ τὰ αὐτὰ
Τυλίσιοι, Ῥαύκιοι, Χερσονήσιοι, Μιλάτιοι, Ἐλ{ευ}τυνιεῖς {²⁶Ἐλτυνιεῖς}²⁶,
<Ἡ>ρακλεῶται, Πριάνσιοι, Ἀπολλωνιᾶται, Πετραῖοι, Ἰτάνιο[ι,]
Πραίσιοι, Ἰστρώνιοι, Ὀλ<ο>ύντιοι, Δρήριοι, Λάτιοι, Ἐλευθερναῖοι,
Ἄξιοι, Κυδωνιᾶται, Φαλασάρνιοι.
Search Help
Contact Us