Honorary decree of Ionians for Hippostratos of Miletos,
with decrees of demos and boule of Miletos on setting up statue
of Hippostratos; 289/8 BC; copy with some variations found at
Smyrna: Fredrich, MDAI(A) 25, 1900, pp. 100-106 (PH); *Milet I 2,
10; Syll3 368; ISmyrna 577.
[ ]
Milet I 2, 10
1 | ἔδοξε Ἰώνων τῶι κοινῶι· ἐπειδὴ Ἱππόστρατος Ἱππο- |
δήμου Μιλήσιος φίλος ὢν τοῦ βασιλέως Λυσι- | |
μάχου καὶ στρατηγὸς ἐπὶ τῶν πόλεων τῶν Ἰώνων | |
κατασταθεὶς οἰκείως καὶ φιλανθρώπως καὶ ἰδίαι ἑ- | |
5 | κάστηι τῶμ πόλεων καὶ κοινῆι Ἴωσι χρώμενος δια- |
τελεῖ, ἀγαθῆι τύχηι, δεδόχθαι τῶι κοινῶι τῶι Ἰώ- | |
νων, ἐπαινέσαι Ἱππόστρατον Ἱπποδήμου ἀρε- | |
τῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρὸς | |
τὸ κοινὸν τὸ Ἰώνων, καὶ εἶναι αὐτὸν ἀτελῆ πάντων ἐν <ταῖς> | |
10 | πόλεσι ταῖς Ἰώνων· τὰ αὐτὰ δὲ ὑπάρχειν Ἱπποστρά- |
τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα | |
χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιωνίωι· ἑλέσθαι δὲ πόλεις | |
δύο ἤδη αἵτινες ἐπιμελήσονται, ὅπως ἂν ἡ εἰκὼν | |
ἡ Ἱπποστράτου σταθῆι κατὰ τάχος, ἵνα καὶ οἱ λοιποὶ | |
15 | πάντες εἰδῶσιν ὅτι Ἴωνες τοὺς καλοὺς καὶ ἀγα- |
θοὺς ἄνδρας καὶ χρείαμ παρεχομένους ταῖς πόλε- | |
σι τιμῶσι δωρεαῖς ταῖς προσηκούσαις· ἀπενεγκεῖν δὲ | |
ἑκάστους τῶμ βουλευτῶν τὰ ἐγνωσμένα Ἴωσιν | |
εἰς τὰς ἰδίας πόλεις, ὅπως ὑπάρχηι ἐν τοῖς δημοσίοις | |
20 | ἀναγεγραμμένα τὰ ἐγνωσμένα ὑπὸ Ἰώνων· |
τὸ δὲ δόγμα τόδε ἀναγράψαι εἰς τὸ βάθρον τῆς εἰ- | |
κόνος τῆς Ἱπποστράτου ἐμ Πανιωνίωι καὶ ἑκάσ- | |
την τῶν πόλεων παρὰ αὑτῆι εἰς στήλην λιθί- | |
νην. πόλεις ἡιρέθησαν· Μίλητος, Ἀρσινόεια. | |
25 | ἐπὶ Τελεσίου Πανήμου. |
τὸ ψήφισμα τὸ ἐκ Πανιωνίου κυρωθὲν ἔδοξε τῶι | |
δήμωι ἀναγράψαι εἰς τὸ δημόσιον· ἡιρέθησαν δὲ | |
καὶ ἐπιστάται τῆς εἰκόνος τῆς Ἱπποστράτου τοῦ | |
Ἱπποδήμου κατὰ τὸ ψήφισμα τὸ ψηφισθὲν ὑπὸ Ἰώ- | |
30 | νων Ἀρχίδημος Ἀριστοκράτου, Ἀμεινίας Κρατέου. |
ἐπὶ Τελεσίου Ληναιῶνος. | |
ἔδοξε τῆι βουλῆι· Πρωτόμαχος Πυλίου εἶπεν· ὅπως | |
αἱ τιμαὶ αἱ ψηφισθεῖσαι Ἱπποστράτωι τῶι Ἱπποδήμου | |
ὑπὸ τοῦ κοινοῦ τοῦ Ἰώνων συντελῶνται κατὰ τά- | |
35 | χος, δεδόχθαι τῆι βουλῆι τοὺς τειχοποιοὺς ἐπι- |
μεληθῆναι καὶ ἀπομισθῶσαι τὴν ἐργασίαν τῆς | |
στήλης καὶ τὴν ἀναγραφὴν τῶν γνωσθέντων, | |
τὸν δὲ ταμίαν τὸν ταμιεύοντα τὸμ μῆνα τὸν | |
Ληναιῶνα ὑπηρετεῖν ἐκ τῶν τειχοποϊκῶν. |