Decree of demos on cults of Apollo Didymeus, Apollo Delphinios, and the Augusti; 1e: *Milet I 3, 134 (PH); Sokolowski, LSAM no. 53; SEG 15, 685.  
[ ] Milet I 3, 134
1 ψήφισμα τὸ γραφὲν ὑπὸ τοῦ ἀρχιπρυ-
τάνιδος Τιβερίου Κλαυδίου Δαμᾶ.
ἔδοξε τῶι φιλοκαίσαρι δήμωι, γνώ-
μη ἐπιστατῶν· ἐπεὶ ὁ δῆμος ἡμῶν
5 τὴν ἐκ προγόνων εἰσφερόμενος
εὐσέβειαν εἴς τε τὸν προκαθη-
γεμόνα τῆς πόλεως ἡμῶν Ἀπόλ-
λωνα Διδυμέα καὶ εἰς τὸν Δελφεί-
νιον καὶ εἰς τοὺς συνκαθειδρυμέ-
10 νους αὐτοῖς Σεβαστοὺς αὔξειν
τε προαιρούμενος τὰ πρὸς τειμὴν αὐ-
τοῖς ἀνήκοντα διέγνω τὰ πρέποντα
<ἐ>ψηφίσθαι, τύχῃ ἀγαθῇ· δεδόχθαι τοὺς
προφήτας καὶ τοὺς στεφανηφόρους
15 ἐπάναγκες ἐπιτελεῖν τὰς εὐωχίας τῶν
τε κόσμων καὶ τῶν μολπῶν κατὰ τὰ π[ά]-
τρια ἔθη, καθὼς προνενομοθέτηται κ[αὶ]
προεψήφισται· μηδενὶ δὲ ἐξεῖναι μήτε
ἄρχοντι μήτε ἑτέρῳ τινὶ μεταγαγεῖν εἰς
20 ἀργυρικὸν πόρον τὰς λειτουργίας ταύτα[ς]
τρόπῳ μηδενὶ μηδὲ παρευρέσει μηδεμ[ι]-
ᾷ· ἐὰν δέ τις ὑπεναντίον τι πράξῃ τοῖς δι-
ὰ τοῦδε τοῦ ψηφίσματος ἠσφαλισμένοι[ς],
τὸ μὲν γενόμενον ᾥτινιοῦν τρόπῳ ὑ-
25 πάρχειν ἄκυρον, τὸν δὲ ψηφισάμενον ἄρ-
χοντα ἀσεβῆ καὶ ἄδικον ὑπάρχειν τῶν προ-
γεγραμμένων θεῶν καὶ ὀφείλειν αὐτὸν
ὡς ἐκ καταδίκης στατῆρας φʹ ἱερούς,
καὶ οὐδὲν ἧσσον τὸν μὴ ἐπιτελέσαντα
30 προφήτην τοὺς κόσμους ἢ τὸν μὴ ποή-
σαντα στεφανηφόρον τοὺς μολποὺς εἰσ-
πράσσεσθαι ἐπάναγκες τὰς προδεδηλωμέ-
νας εὐωχίας· ταῦτα δὲ εἶναι εἰς εὐσέβεια[ν]
τῶν τε θεῶν καὶ τῶν Σεβαστῶν καὶ διαμο-
35 νὴν τῆς πόλεως.  ἔδοξε καὶ εἰς λεύκωμ[α]
ἀναγράψαι τὸ ψήφισμα, ὃ καὶ χαραχθῆναι
εἰς στήλας δύο, ὧν τὴν μὲν μίαν ἀνα-
σταθῆναι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
τοῦ Διδυμέως, τὴν δὲ ἑτέραν ἐν τῶι
40 ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δελφεινίου.
ἐπὶ Κορίνθου μηνὸς Ποσιδεῶνος κϛʹ.
Search Help
Contact Us