Decision of Molpoi concerning cults of Apollo Delphinios and others; cut in II: Wilamowitz, SDAW 1904, pp. 619-640 (PH); *Milet 1 3, 133 (PH, partial); Syll3 57; Vollgraff, Mnemosyne 46, 1918, pp. 415-427; SEG 4, 427; Sokolowski, LSAM no. 50; SEG 15, 682; Gödecken, ZPE 66, 1986, 217-218 (non vidi); Robertson, Phoenix 41, 1987, 359-378 (non vidi); SEG 36, 1050.  
[ ] Milet I 3, 133
1 ἐπὶ Φιλτέω το͂ Διονυσίο μολπῶν αἰσυμνῶντος, προσέταιροι ἦσαν Οἰνώ-
πων Ἀγαμήδης Ἀριστοκράτεος, Ὁπλήθων Λύκος Κλέαντος,
Βίων Ἀπολλοδώρο, Βωρ<έ>ων Κρηθεὺς Ἑρμώνακτος, Θράσων Ἀν-
τιλέοντος.  ἔδοξε μολποῖσιν τὰ ὄργια ἀναγράψαντας θεῖναι ἐς
5 τὸ ἱερὸν καὶ χρῆσθαι τούτοισιν.  καὶ οὕτωι τάδε γραφθέντα ἐτέ-
θη.  Ἑβδομαίοισι· τῆι ὀγδῶι ΑΠΟΛΕΙΚΑΙΤΑ ἱερὰ ἢ σπλάγχνα σπείσοσι μολπῶν
αἰσυμνήτης· ὁ δὲ αἰσυμνήτης καὶ {ο} προσέταιρος προσαιρε͂ται, ὅταν οἱ
κρητῆρες πάντες σπεσθέωσι καὶ παιωνίσωσιν· τῇ δὲ ἐνάτῃ [⁵³καὶ ἀπὸ
τῆς ὀσφύος καὶ τῆς πεμπάδος, ἣν ἴσχοσιν στεφανηφόροι,
10 τούτων προλαγχάνει τὰ ἰσε͂α ὁ νέος.]⁵³  ἄρχονται θύειν τὰ ἱερῆα
ΑΡΧΟ ἀπὸ τούτων Ἀπόλλωνι Δελφινίωι· καὶ κρητῆρες κιρνέαται κατό-
περ ἐμμολπῶ<ν> καὶ παιὼν γίνεται, ὁ δὲ ἐξιὼν αἰσυμνήτης ἀπὸ τῶν ἡμίσε-
ων θύει Ἱστίηι [⁵³καὶ κρητῆρας σπενδέτω αὐτὸς καὶ παιωνιζέτω]⁵³· τῆι δεκά-
τηι ἁμιλλητήρια, καὶ δίδοται ἀπὸ μολπῶν δύο ἱερῆιια τοῖσι στεφανηφό-
15 ροισιν τέληα, καὶ ἔρδεται Ἀπόλλωνι Δελφινίωι, καὶ ἁμιλλῶνται οἱ στε-
φανηφόροι οἵ τε νέοι καὶ ΟΙΕΡΕΩ, καὶ οἶνον πίνοσι τὸμ μολπῶν, καὶ κρητῆρες
σπένδονται κατόπερ ἐμμολπῶ<ν>· ὁ δὲ ἐξιὼν αἰσυμνήτης παρέχει ἅπερ ὁ
Ὀνιτάδης καὶ λαγχάνει ἅπερ ὁ Ὀνιτάδης.  ὅταν στεφανηφόροι ἴωσιν ἐς
Δίδυμα, ἡ πόλις διδοῖ ἑκατόνβην τρία ἱερῆιια τέλεια· τούτων ἓν θῆλυ, ἓν
20 δὲ ἐνορχές.  ἐς μολπ<ῶ>ν ἡ πόλις διδοῖ Ταργηλίοισιν ἱερ<ῆι>ον τέλειον καὶ Μεταγε[ι]-
τνίοισιν ἱερ<ῆι>ον τέλειον, Ἑβδομαίοισιν δὲ δύο τέλεια καὶ χο͂ν τὸμ παλαιὸν ὁ[ρ]-
τῆς ἑκάστης· τούτοισι τοῖς ἱεροῖσιν ὁ βασιλεὺς παρίσταται, λαγχάνει δὲ
οὐδὲν πλῆον τῶν ἄλλων μολπῶν.  [⁵³καὶ ἄρχονται οἱ στεφανηφόροι Ταυρεῶ-
νος θύειν Ἀπόλλωνι Δελφινίωι ἀπὸ τῶν ἀριστερῶν ἀπαρξάμενοι, καὶ ΚΡΗΤΗ
25 ΡΙΣΑΣ τέσσερας]⁵³.  καὶ γυλλοὶ φέρονται δύο, καὶ τίθεται παρ’ Ἑκάτην τὴν πρόσθεν
πυλέων ἐστεμμένος καὶ ἀκρήτω κατασπένδετε, ὁ δ’ ἕτερος ἐς Δίδυμα ἐπὶ
θύρας τίθεται· ταῦτα δὲ ποιήσαντες ἔρχονται τὴν ὁδὸν τὴν πλατεῖαν μέχρι
ἄκρο, ἀπ’ ἄκρο δὲ διὰ δρυμο͂.  καὶ παιωνίζεται πρῶτον παρ’ Ἑκάτῃ τῇ πρόσθεν πυ-
λέων, παρὰ Δυνάμει, εἶτεν ἐπὶ λειμῶνι ἐπ’ ἄκρο παρὰ Νύμφαις, εἶτεν παρ’ Ἑρμῇ Ἐν-
30 κελάδο, παρὰ Φυλίωι, κατὰ  Κεραιΐτην, παρὰ Χαρέω ἀνδριᾶσιν.  ἔρδεται δὲ τῶι παν-
θύωι ἔτει παρὰ Κεραιΐτηι δαρτόν, παρὰ Φυλίωι δὲ θύα θύεται πάντ’ ἔτεα. Ὀνιτά-
δηισι πάρεξις κεράμο, σιδήρο, χαλκο͂, ξύλων, ὔδατος, κύκλων, δαίδος, ῥιπῶν
κρέα ἐπιδιαιρε͂ν, φαλαγκτηρίων, δεσμῶν τοῖς ἱερηίοισιν.  [⁵³παρὰ στεφανη-
φόρους
35 λύχνον καὶ ἄλειφα]⁵³.  ὄπτησις σπλάγχνων, κρεῶν ἕψησις, τῆς ὀσφύος καὶ
τῆς πεμπάδος, ἣν στεφανηφόροι ἴσχοσιν, ἕψησις καὶ διαίρεσις, καὶ μοίρης λά-
ξις.  [⁵³ἐπιπέσσεν τὰ ἔλατρα ἐξ ἡμεδίμνο τὠπόλλωνι πλακόντινα, τῆι Ἑκά-
τηι δὲ χωρίς]⁵³.  γίνεται Ὀνιτάδηισιν ἀπὸ μολπῶν ὀσφύες πᾶσαι ἐκτὸς ὧν οἱ
στεφανηφόροι ἴσχοσιν, δέρματα πάντα, θυαλήματα τρία, ἀπ’ ἱερήο ἑκάστο, [⁵³θύ-
ων τὰ περιγινόμενα, οἶνον τὸν ἐν τῶι κρητῆρι περιγινόμενον,]⁵³
40 πεμπὰς τῆς ἡ-
μέρης.  [⁵³ὅτι ἂν τούτων μὴ ποιῶσιν, Ὀνιτάδαι, ἔαδε μολποῖσιν ἐπὶ Χαροπίνο στε-
φανηφόρος ἀπὸ τῶν Ἰστιηίων παρέχεν· ὅτι δ’ ἂν Ὀνιτάδαι χρηιίζωσιν ἔαδε μολποῖ-
σι στεφανηφόροισιν ἐπιτετράφθαι.]⁵³
[⁵³τῶι κήρυκι ἀτελείη ἐμμολπῶ<ν> πάντων καὶ λάξις σπλάγχνων ἀπὸ θυῶν ἑκασ-
τέων καὶ οἴνο φορὴ ἐς τὰ ψυκτήρια τέλεσι τοῖς ἑωυτο͂, ὁ δ’ οἶνος ἀπὸ μολπῶ<ν> γίνεται]⁵³.
45 [⁵³τῶι ὠιδῶι δεῖπνον παρέχει ὁ ἱέρ<ε>ως, ἄριστον δὲ ὡισυμνήτης]⁵³.
Search Help