Law concerning cult of Dionysos; 276/5 BC: *6. Mil-Ber.
22-23; **Sokolowski, LSAM no. 48 (ll. 14-5, 23); SEG 15, 679; SEG
16, 712; SEG 17, 499.
1 | [․4․․]․Ν ὅταν δὲ ἡ ἱέρεια ἐπι̣[τελέσ]η̣ι τὰ ἱερὰ ὑπὲρ τῆς πόλ[εω]ς̣ |
[ὄργια] μὴ ἐξεῖναι ὠμοφάγιον ἐμβαλεῖν μηθενὶ πρότερον | |
[ἢ ἡ ἱέ]ρεια ὑπὲρ τῆς πόλεως ἐμβάληι. μὴ ἐξεῖναι δὲ μηδὲ | |
[συν]α̣γαγεῖν τὸν θίασον μηθενὶ πρότερον τοῦ δημοσίου· | |
5 | [ἐὰ]ν δέ τις ἀνὴρ ἢ γυνὴ βούληται θύειν τῶι Διονύσωι, |
[πρ]οϊεράσθω ὁπότερον ἂν βούληται ὁ θύων καὶ λαμβανέτω | |
[τὰ] γέρη ὁ προϊερώμενος· τὴν δὲ τιμὴν καταβάλλειν ἐν ἔτεσιν | |
[δέ]κα, δέκατομ μέρος ἔτους ἑκάστου, τὴμ μὲν πρώτην κατα- | |
[βάλλειν] ἐμ μηνὶ Ἀπατουριῶνι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ | |
10 | [Πο]σ̣είδιππον τῆι τετράδι ἱσταμένου, τὰς δὲ λοιπὰς ἐν τοῖς |
[ἐπο]μ̣ένοις ἔτεσιν μηνὸς Ἀρτεμισιῶνος τετράδι ἱσταμένου. | |
[—] | |
[․․5․․] δὲ τὴν ἱέρειαν γυναῖκας διδόναι Δ ΙΙΗΙΝΛ[—] | |
[․․․․11․․․․․ τ]ὰ̣ δ̣ὲ̣ τ̣έ̣λ̣ε̣στρα {καὶ τελεστ} π̣αρέ̣χ[ειν ταῖς] | |
15 | [γυναιξὶν] ἐν τοῖς ὀργί[οις πᾶ]σιν· ἐὰν δέ τις θύειν βούλ̣[ηται] |
[τῶ]ι Διονύ[σω]ι γυνή, διδότω γέρη τῆι ἱερείαι σπλάγχνα, νεφ[ρόν,] | |
σκολιόν, ἱερὰμ μοῖραν, γλῶσσαν, σκέλος εἰς κοτυληδόνα [ἐκ]- | |
[τ]ετμημένον. καὶ ἐάν τις γυνὴ βούληται τελεῖν τῶι Διονύσωι | |
τῶι Βακχίωι ἐν τῆι πόλει ἢ ἐν τῆι χώραι ἢ ἐν ταῖς νήσοις, [ἀπο]- | |
20 | διδότω τῆι ἱερείαι στατῆρα κατ’ ἑκάστην τριετηρίδα· |
τοῖς δὲ Καταγωγίοις κατάγειν τὸν Διόνυσον τοὺς ἱερεῖ̣[ς] | |
καὶ τὰς ἱερείας τοῦ [Διονύ]σου τοῦ Βακχίου μετὰ τοῦ [ἱερέως] | |
[κ]αὶ τῆς ἱερείας πρ[ὸ τ]ῆ[ς] ἡμέρας μέχρι τ[ῆς ἡλίου δύσεως] | |
[․․6․․․ τ]ῆς πόλεως vc.30 |