Decree of boule and demos forbidding placement of dedicatory
inscriptions in temple of Apollo; III: 4. Mil-Ber. 542-543;
*Milet 1 3, 32 (PH); Sokolowski, Supp. no. 123; SEG 20, 7; SEG
29, 1136.
[ ]
Milet I 3, 32
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡγησιάναξ εἶπε· πρὸς τὴν ξύλωσιν τῆς στοιῆς τῆς καινῆς τῆς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος |
μὴ ἐξεῖναι πίνακα ἀναθεῖναι μηδὲ ἄλλο μηδέν, ὅπως μὴ βλάπτηται ἡ ξύλωσις, μηδὲ πρὸς τοὺς κίονας· <ἢ>ν δέ τις | |
βούληται ἀνατιθέναι τι εἰς τὴν στοιὴν τὴν καινήν, ἀνατιθέτω πρὸς τοὺς τοίχους τοὺς ἀλειφομένους ὑποκάτω | |
τοῦ ἀντιδοκίου τοῦ λιθίνου. ἢν δέ τις ἀναθῆι παρὰ τὸ ψήφισμα, ὀφειλέτω δέκα στατῆρας ἱεροὺς τοῦ Ἀπόλλωνος. |