Decree concerning privileges of priestess of Artemis;
380/379 BC: *2. Mil-Ber. 911; Sokolowski, LSAM no. 45; SEG 15,
677.
1 | ἐπὶ Παρ̣[θ]ενοπ̣α̣ίο, μηνὸς Ἀρτε- |
μισιῶνος, Κεκροπὶς ἐπρυτά- | |
νευεν, Φιλίννης Ἡροδότο | |
ἐπεστάτει, ἔδοξεν τῆι βολῆι | |
5 | καὶ τῶι δήμωι, Ἡράκλειτος εἶπεν· |
τὰ μὲν ἄλλα καθότι ἐν τῆι | |
στήληι γέγραπται· | |
ἐὰν δέ τις μὴ ἀποδῶι τὰ γέρεα | |
τῆι ἱερῆι τῆς Ἀρτέμιδος | |
10 | τὰ γεγραμμένα ἐκγραφέτω |
αὐτὸν πρὸς τοὺς πράκτορας | |
ὁ κύριος τῆς ἱερῆς ἐπαγγείλας | |
ὀφείλοντα τὴν ζημίην | |
τὴν γεγραμμένην. ὃς δ’ ἂν | |
15 | ἐκγραφῆι, εἰ ὰμ μὴ ἐξομόσει |
ἐν τῆι βολῆι μὴ θῦσαι ἢ ἀποδ- | |
οῦναι τὰ γέρεα τὰ γινόμενα, | |
ὀφειλέτω τὴν ζημίην καὶ ἐκ- | |
πραξάντων αὐτὸν οἱ πράκτο- | |
20 | ρες κατὰ τὸν νόμον. τὸ δὲ ψήφι- |
σμα προσεγκόψαι ἐς τὴν στή- | |
λην, ὁ δὲ ταμίας ὑπηρετησάτω. |