Decree concerning privileges of priestess of Artemis; 380/379 BC: *2. Mil-Ber. 911; Sokolowski, LSAM no. 45; SEG 15, 677.  
[ ] 2. Mil-Ber. 911
See also:
1 ἐπὶ Παρ̣[θ]ενοπ̣α̣ίο, μηνὸς Ἀρτε-
μισιῶνος, Κεκροπὶς ἐπρυτά-
νευεν, Φιλίννης Ἡροδότο
ἐπεστάτει, ἔδοξεν τῆι βολῆι
5 καὶ τῶι δήμωι, Ἡράκλειτος εἶπεν·
τὰ μὲν ἄλλα καθότι ἐν τῆι
στήληι γέγραπται·
ἐὰν δέ τις μὴ ἀποδῶι τὰ γέρεα
τῆι ἱερῆι τῆς Ἀρτέμιδος
10 τὰ γεγραμμένα ἐκγραφέτω
αὐτὸν πρὸς τοὺς πράκτορας
ὁ κύριος τῆς ἱερῆς ἐπαγγείλας
ὀφείλοντα τὴν ζημίην
τὴν γεγραμμένην. ὃς δ’ ἂν
15 ἐκγραφῆι, εἰ ὰμ μὴ ἐξομόσει
ἐν τῆι βολῆι μὴ θῦσαι ἢ ἀποδ-
οῦναι τὰ γέρεα τὰ γινόμενα,
ὀφειλέτω τὴν ζημίην καὶ ἐκ-
πραξάντων αὐτὸν οἱ πράκτο-
20 ρες κατὰ τὸν νόμον.  τὸ δὲ ψήφι-
σμα προσεγκόψαι ἐς τὴν στή-
λην, ὁ δὲ ταμίας ὑπηρετησάτω.
Search Help
Contact Us