Decree concerning cult of Ares; no date; found at Metropolis: Meriç IN2 (PH); *IEph 3418A; SEG 32, 1167.  
[ ] IEph 3418A
1 [ἑκ]άστου ἔτου[ς] ἀπὸ ἱερείων μὴ ἔλασσ[ον]
τεσσάρων καθότι καὶ ὁ τραπεζείτης Ἡγησ[ίας Δη]-
μητρίου παρακληθεὶς ὑπό τε τῆς βουλῆς καὶ τοῦ δή-
[μ]ου καὶ διακείμενος εὐσεβέστατα πρὸς τὸ θεῖον συνευ-
5 δ̣όκησεν βουλόμενος ἐπαύξεσθαι τὰς τοῦ Ἄ[ρε]-
ως τιμάς· τύχῃ ἀγαθῇ· ἐπὶ σωτηρίᾳ καὶ ὁμονοίᾳ [τῶν πολι]-
τῶν, δεδόχθαι τῶι δήμωι· κυρῶσθαι τόδε τὸ [—]
τ̣ο․δ̣ο̣[—]έσθω ἕκαστα καθότι προγέγρα-
πται· τὸ δὲ πρόγραμμα τόδε ὑποταγέτω ὑπὸ τὸν
10 ἱερὸν νόμον καὶ ἐπιγραφέτω ἐπὶ μίαν τῶν παρασ̣[τάδων]
τῶν ἐν τῶι ἱερῷ τόπῳ τοῦ Ἄρεως
Search Help
Contact Us