Decree concerning cult of Ares; no date; found at
Metropolis: Meriç IN2 (PH); *IEph 3418A; SEG 32, 1167.
[ ]
IEph 3418A
1 | [ἑκ]άστου ἔτου[ς] ἀπὸ ἱερείων μὴ ἔλασσ[ον] |
τεσσάρων καθότι καὶ ὁ τραπεζείτης Ἡγησ[ίας Δη]- | |
μητρίου παρακληθεὶς ὑπό τε τῆς βουλῆς καὶ τοῦ δή- | |
[μ]ου καὶ διακείμενος εὐσεβέστατα πρὸς τὸ θεῖον συνευ- | |
5 | δ̣όκησεν βουλόμενος ἐπαύξεσθαι τὰς τοῦ Ἄ[ρε]- |
ως τιμάς· τύχῃ ἀγαθῇ· ἐπὶ σωτηρίᾳ καὶ ὁμονοίᾳ [τῶν πολι]- | |
τῶν, δεδόχθαι τῶι δήμωι· κυρῶσθαι τόδε τὸ [—] | |
τ̣ο․δ̣ο̣[—]έσθω ἕκαστα καθότι προγέγρα- | |
πται· τὸ δὲ πρόγραμμα τόδε ὑποταγέτω ὑπὸ τὸν | |
10 | ἱερὸν νόμον καὶ ἐπιγραφέτω ἐπὶ μίαν τῶν παρασ̣[τάδων] |
τῶν ἐν τῶι ἱερῷ τόπῳ τοῦ Ἄρεως |