Honorary decree of Leros for Aristomachos Dromonos; 107 BC: Oikonomopoulos, Leriaka 153-6; *Paton, CR 8, 1894, 376-7; Fontrier, BCH 19, 1895, 550-2; Buerchner, MDAI(A) 21, 1896, 33-6, no. 1; **IIsolMil 2 (PH) (ll. 5, 13, 27, 30-2, 34).  
[ ] CR 1894, 376-77
See also:
1 ἐπὶ στεφανηφόρου Σωσιστράτου
μηνὸς Μεταγειτνιῶνος εἰκάδι·
ἔδοξε Λερίων τοῖς κατοικοῦσιν
ἐν Λέρῳ· Μενεκράτης Ἐπιγόνου,
5 Ἡράκλειτος Τιμέου, Φιλιστίδη[ς]
Ἀριστοβούλου εἶπαν· ἐπειδὴ
Ἀριστόμαχος Δρόμωνος κατο[ι]-
[κ]ῶν ἐν τῇ νήσῳ ἐκ πλείονος χρό-
[νο]υ τήν τε ἀναστροφὴν πεποίη-
10 ται μετὰ πάσης εὐταξίας, ἐργα-
ζόμενός τε τὴν κατὰ θάλασσαν
ἐργασίαν εὔχρηστον ἑαυτὸν πα-
ρέχεται πρὸς πάντας̣, ὧν ἄν τι[ς]
χρήαν ἔχων τυνχάνῃ· ὅπως οὖν κα[ὶ]
15 ὁ δῆμος φαίνηται χάριν καὶ τιμὴ[ν]
ἀπονέμων τοῖς τοιούτοις, δεδό-
χθαι Λερίοις τοῖς κατοικοῦσιν ἐν
Λέρῳ Ἀριστόμαχον μὲν ἐπῃνῆσ-
θαι καὶ εἶναι ἐν ἐπιμελείᾳ παρὰ τῷ
20 πλήθε̣ι· δεδόσθαι δὲ αὐτῷ καὶ ἱ[ε]-
ρῶν μετουσίαν καὶ τῶν λοιπῶν
πάντων ὧν καὶ Λερίοις μέτεστιν·
ἵνα δὲ φανερὰ διαμένῃ ἥ τε Ἀρισ-
τομάχου προαίρεσις καὶ ἡ τ[οῦ]
25 δήμου εὐχαριστία, τὸ ψήφισμ[α]
τόδε ἀναγράψαι εἰς στήλην [λι]-
θίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸ[ν]
τῆς Παρθένου, τὸ δὲ ἐσόμενον
εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσ[αι]
30 τοὺς χρυσονόμους καὶ ἐν̣γράψ̣α[σ]-
θαι εἰς τὸν λόγον, τὸν δὲ γραμματέ-
α παραλαβόντα τόδε  ψήφισμα ἀ-
ναγράψαι εἰς τὰ δημοσία καὶ δια-
φυλάσ[σ]ειν μετὰ τῶν ἄλλων γραμμάτων.
Search Help
Contact Us