Honorary decree of demos of Milesians living on Lepsia for Timotheos Aretou; c. 169 BC; found on Patmos, from Lepsia: *IIsolMil 18 (PH).  
[ ] IIsolMil 18
See also:
1 ἔδοξε Μιλησί̣ων τοῖς κατοικοῦσιν
ἐν Λ[ε]ψί̣αι· Θεογένη[ς] Χ̣αρμοφάνου̣, Εὐεξ̣[ί]-
ων̣ Φιλισ̣τ̣ίδου, Φ̣ιλιστί̣δ̣ης Θεοκρίνου
ε̣ἶπαν· ἐπειδὴ Τιμόθεος Ἀρήτου γεν[ό]-
5 μενος φ̣ρούραρχος ἐν τῶι ἐνι̣αυτῶι
τῶι ἐπὶ στεφανηφόρου Εὐκρ̣άτου κα̣λῶ-
ς̣ κ̣αὶ δικαίως τῆς τε κατὰ τὸ χωρ̣ί̣ον [φ]υ̣λακῆ̣[ς]
ἐπεμελήθη καὶ τῶν [ἄλ]λ̣ω̣ν̣ τῶν ἀν̣ηκόν-
των εἰς τὴν φ̣ρουραρχίαν ἀξίως καὶ συν-
10 φερόντως προεν̣όησε, τῶν τε πολιτῶν
τοῖς κατοικοῦ̣σι[ν] ἐν Λεψίαι καὶ κοι̣νῆι κα[ὶ]
ἰ̣δίαι ἀν̣έν̣κλητον̣ ἑαυτὸν παρ̣έσχε̣το, ὅπως
[οὖ]ν̣ κ̣αὶ ο<ἱ> κα̣τ̣οικοῦντες ἐν̣ Λεψίαι τ̣ῶν πολι-
[τ]ῶν τὴν αὐ̣τὴν αἴρεσιν ἔχωσιν πρὸς Τιμό-
15 [θ]εον κα̣τα̣ξί̣α̣ς τιμὰς ἀποδιδόντες ἧς ἔσ̣-
[χ]ε̣ν̣ εἰς τὸ πλῆ̣θος εὐνοίας· vacat δεδόχθαι τῶ[ι]
[δή]μ̣ωι ἐπ[ηινῆ]σ̣θαι Τιμόθεον ἀρετῆς ἕνε-
[κ]ε̣ν̣ [κα]ὶ̣ [τῆς] φ̣[αιν]ομ̣έ̣νης ἧς ἔσχεν εὐνοίας εἰς
[τὸν δῆ]μ̣ο[ν τῶν Λ]εψ̣[ι]έων καὶ εἶναι̣ αὐτὸν ἐν ἐπιμ[ε]-
20 [λεί]α̣ι̣ παρὰ τῶ̣[ι] δ̣ήμωι, στεφαν̣ῶ̣σαι δὲ αὐτ̣ὸν
[χρυ]σ̣ῶ[ι στ]ε[φ]άν̣ωι ἀπὸ χρυ̣σ̣ῶν Ἀλεξανδρε[ί]-
ω̣ν̣ δ̣έ̣[κα, ἀναγορεύ]ειν δὲ τὸν σ̣τέφ̣ανον̣ ἐν τῆι̣ Γ̣[․]
[․․10-11․․․]ε̣[․]ου̣μ̣ενηι τῶ̣ι Ἀπ̣όλλωνι ἐν Λεψ̣[ίαι]
τ̣ο̣ῖς [τε Διονυ]σίοις ἐν τῶ̣ι̣ θεάτρω̣ι ἐν τῶι ἀγ̣[ῶνι]
25 [και]ν̣οῖς τ̣ε̣ τραγω̣ιδοῖς, δεδόσθαι δὲ κ̣[αὶ —]
[․․․․․c.15․․․․․․]Ι̣ τέκν̣[οις —]
{²Continuation lost}²
Search Help
Contact Us