Funerary inscription by Ploutias Herodou of Smyrna for self and family, with penalty for unauthorized burials; imperial; found on Drymoussa: Mouseion 1, 1873-5, 110, no. 1; *IEry 527.  
[ ] IEry 527
1 Πλουτιὰς Ἡρώδου τοῦ Διογέ-
νους Ζμυρναία ζῶσα τὸ μνημεῖον
καὶ τὴν σορὸν κατεσκεύασεν ἑαυ-
τῇ καὶ Ἐπινείκῳ Νεικηφόρου τῷ ἀν-
5 δρὶ καὶ Ἐπινείκῃ Ἐπινείκου θυγατρί,
ἐφ ᾧ μηδενὶ ἑτέρῳ ἐξῇ βληθῆναι
εἰς τὴν σορὸν κατὰ μηδένα τρό-
πον· ἐὰν δέ τις ἄλλος βληθῇ ἢ ἀ-
νοίξῃ ποτὲ μετὰ τὴν ἑαυτῆς κη-
10 δείαν, ἐνεύχομαι τῷ Κλαζομενί-
ων δήμῳ τὴν τῶν Σεβαστῶν
Τύχην καὶ τοὺς πατρίους θεοὺς
πρᾶξαι τὸν ὑπεναντίον βαλόντα
ἢ ἀνοίξαντα εἰς τὸ δημόσιον
15 δηνάρια πεντακισχείλια· ἕξουσιν
δὲ μετοχὴν μόνου τοῦ μνημεί-
ου ἀπελεύθεροί μου
Search Help
Contact Us